Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

Ξανθίας
ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
 
κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν. 1295
 
ἐγὼ δʼ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.
Χορός
τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
 
καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.
Ξανθίας
οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρʼ ἦν κακὸν
 
καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος; 1300
 
καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων
 
Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον.
 
τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
 
εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
 
ἐνήλατʼ ἐσκίρτα ʼπεπόρδει κατεγέλα 1305
 
ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον
 
κἄτυπτεν ἐμὲ νεανικῶς παῖ παῖ καλῶν.
 
εἶτʼ αὐτὸν ὡς εἶδʼ ᾔκασεν Λυσίστρατος·
 
ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ
 
κλητῆρί τʼ εἰς ἀχυρμὸν ἀποδεδρακότι. 1310
 
ὁ δʼ ἀνακραγὼν ἀντῄκασʼ αὐτὸν πάρνοπι
 
τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,
 
Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.
 
οἱ δʼ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου·
 
οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός. 1315
 
ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετʼ· ʼεἰπέ μοι,
 
ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,
 
κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντʼ ἀεί;ʼ
 
τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,
 
σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων 1320
 
ἀμαθέστατʼ οὐδὲν εἰκότας τῷ πράγματι.
 
ἔπειτʼ ἐπειδὴ ʼμέθυεν, οἴκαδʼ ἔρχεται
 
τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
← Önceki Parodos · 38 / 46 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi