Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

Ξανθίας
ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.
 
ἀλλʼ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν. 1325
[Episode]
ἄνεχε πάρεχε·
Φιλοκλέων
κλαύσεταί τις τῶν ὄπισθεν
 
ἐπακολουθούντων ἐμοί·
 
οἷον, εἰ μὴ ʼρρήσεθʼ, ὑμᾶς
 
ὦ πόνηροι ταυτῃὶ τῇ 1330
 
δᾳδὶ φρυκτοὺς σκευάσω.
Ξυμότης τις
ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην
 
ἡμῖν ἅπασι, κεἰ σφόδρʼ εἶ νεανίας.
 
ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
Φιλοκλέων
ἰὴ ἰεῦ, καλούμενοι. 1335
 
ἀρχαῖά γʼ ὑμῶν· ἆρά γʼ ἴσθʼ
 
ὡς οὐδʼ ἀκούων ἀνέχομαι
 
δικῶν; ἰαιβοῖ, αἰβοῖ.
 
τάδε μʼ ἀρέσκει· βάλλε κημούς.
 
οὐκ ἄπεισι; ποῦ ʼστιν ἡμῖν 1340
 
ἡλιαστής; ἐκποδών. 1340
 
ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,
 
τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
 
ἔχου· φυλάττου δʼ, ὡς σαπρὸν τὸ σχοινίον·
 
ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.
 
ὁρᾷς ἐγώ σʼ ὡς δεξιῶς ὑφειλόμην 1345
 
μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας·
 
ὧν οὕνεκʼ ἀπόδος τῷ πέει τῳδὶ χάριν.
 
ἀλλʼ οὐκ ἀποδώσεις οὐδʼ ἐφιαλεῖς οἶδʼ ὅτι,
 
ἀλλʼ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα·
 
πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτʼ ἠργάσω. 1350
 
ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,
 
ἐγώ σʼ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,
← Önceki Parodos · 39 / 46 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi