Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Agon]
τίς ἂν οὖν εἴη; ζητεῖθʼ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην·
Φιλοκλέων
οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
Χορός
ἔστιν ὀπὴ δῆθʼ ἥντινʼ ἂν ἔνδοθεν οἷός τʼ εἴης διορύξαι, 350
 
εἶτʼ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;
Φιλοκλέων
πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδʼ εἰ σέρφῳ διαδῦναι.
 
ἀλλʼ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν δʼ οὐκ ἔστι γενέσθαι.
Χορός
μέμνησαι δῆθʼ, ὅτʼ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους
 
ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω. 355
Φιλοκλέων
οἶδʼ· ἀλλὰ τί τοῦτʼ; οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον.
 
ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ,
 
κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι
 
φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
 
ἄνδρες ὁπλῖται διαταξάμενοι 360
 
κατὰ τὰς διόδους σκοπιωροῦνται,
 
τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις
 
ὥσπερ με γαλῆν κρέα κλέψασαν
 
τηροῦσιν ἔχοντʼ ὀβελίσκους.
[Agon 1]
ἀλλὰ καὶ νῦν ἐκπόριζε 365
Χορός
μηχανὴν ὅπως τάχισθʼ· ἕως
 
γάρ, ὦ μελίττιον.
[Agon]
διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
Φιλοκλέων
ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
Χορός
ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.
 
ἀλλʼ ἔπαγε τὴν γνάθον. 370
Φιλοκλέων
διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
 
ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
[Agon 2]
μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·
Χορός
ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ
 
τι, ποιήσω δακεῖν τὴν
 
καρδίαν καὶ τὸν περὶ ψυχῆς 375
← Önceki Parodos · 4 / 46 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi