Thesauros Edebiyat Komedya Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Choral]
μετεβάλοντο τοὺς τρόπους.
Χορός
πολλοῦ δʼ ἐπαίνου παρʼ ἐμοὶ
 
καὶ τοῖσιν εὖ φρονοῦσιν
 
τυχὼν ἄπεισιν διὰ τὴν
 
φιλοπατρίαν καὶ σοφίαν 1465
 
ὁ παῖς ὁ Φιλοκλέωνος.
 
οὐδενὶ γὰρ οὕτως ἀγανῷ
 
ξυνεγενόμην, οὐδὲ τρόποις
 
ἐπεμάνην οὐδʼ ἐξεχύθην.
 
τί γὰρ ἐκεῖνος ἀντιλέγων 1470
 
οὐ κρείττων ἦν, βουλόμενος
 
τὸν φύσαντα σεμνοτέροις
 
κατακοσμῆσαι πράγμασιν;
Ξανθίας
νὴ τὸν Διόνυσον ἄπορά γʼ ἡμῖν πράγματα
 
δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν. 1475
 
ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
 
ἤκουσέ τʼ αὐλοῦ, περιχαρὴς τῷ πράγματι
 
ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
 
τἀρχαἶ ἐκεῖνʼ οἷς Θέσπις ἠγωνίζετο·
 
καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους 1480
 
τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.
[Episode]
τίς ἐπʼ αὐλείοισι θύραις θάσσει;
Ξανθίας
τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
Φιλοκλέων
κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
 
σχήματος ἀρχὴ — 1485
Ξανθίας
μᾶλλον δέ γʼ ἴσως μανίας ἀρχή.
Φιλοκλέων
πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης·
 
οἶον μυκτὴρ μυκᾶται καὶ
 
σφόνδυλος ἀχεῖ.
Ξανθίας
πῖθʼ ἑλλέβορον.
← Önceki Parodos · 44 / 46 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi