Parodos
[Prologue]
μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γʼ ἐμοῦ.
Τρυγαῖος
οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλʼ.
110
Οἰκέτης Α
ἰοὺ ἰοὺ ἰού·
110
ὦ παιδίʼ ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται
ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ.
ἀλλʼ ἀντιβολεῖτε τὸν πατέρ ὦ κακοδαίμονα.
Παιδίον
ὦ πάτερ ὦ πάτερ ἆρʼ ἔτυμός γε
δώμασιν ἡμετέροις φάτις ἥκει,
115
ὡς σὺ μετʼ ὀρνίθων προλιρὼν ἐμὲ
ἐς κόρακας βαδιεῖ μεταμώνιος;
ἔστι τι τῶνδʼ ἐτύμως; εἴπʼ ὦ πάτερ, εἴ τι φιλεῖς με.
Τρυγαῖος
δοξάσαι ἔστι κόραι, τὸ δʼ ἐτήτυμον ἄχθομαι ὑμῖν,
ἡνίκʼ ἂν αἰτίζητʼ ἄρτον πάππαν με καλοῦσαι,
120
ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.
ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳ
κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρʼ αὐτῇ.
Παιδίον
καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
125
Τρυγαῖος
πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
Παιδίον
τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρον
ζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;
Τρυγαῖος
ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.
130
Παιδίον
ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,
ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.
Τρυγαῖος
ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ,
ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος.
Παιδίον
οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,
135
ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
Τρυγαῖος
ἀλλʼ ὦ μέλʼ ἄν μοι σιτίων διπλῶν ἔδει·