Parodos
[Parabasis]
ἐν μάχῃ δʼ ἀλώπεκες.
1190
ὅσον τὸ χρῆμʼ ἐπὶ δεῖπνον ἦλθʼ ἐς τοὺς γάμους.
ἔχʼ ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί·
πάντως γὰρ οὐδὲν ὄφελός ἐστʼ αὐτῆς ἔτι.
ἔπειτʼ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας
1195
καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
Δρεπανουργός
ποῦ ποῦ Τρυγαῖός ἐστιν;
Τρυγαῖος
ἀναβράττω κίχλας.
Δρεπανουργός
ὦ φίλτατʼ ὦ Τρυγαἶ ὅσʼ ἡμᾶς τἀγαθὰ
δέδρακας εἰρήνην ποιήσας· ὡς πρὸ τοῦ
οὐδεὶς ἐπρίατʼ ἂν δρέπανον οὐδὲ κολλύβου,
1200
νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ·
ὁδὶ δὲ τριδράχμους τοὺς κάδους ἐς τοὺς ἀγρούς.
ἀλλʼ ὦ Τρυγαῖε τῶν δρεπάνων τε λάμβανε
καὶ τῶνδʼ ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·
ἀφʼ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδήναμεν
1205
τὰ δῶρα ταυτί σοι φέρομεν ἐς τοὺς γάμους.
Τρυγαῖος
ἴθι νυν καταθέμενοι παρʼ ἐμοὶ ταῦτʼ εἴσιτε
ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ
ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.
Λοφοποιός
οἴμʼ ὡς προθέλυμνόν μʼ ὦ Τρυγαἶ ἀπώλεσας.
1210
Τρυγαῖος
τί δʼ ἔστιν ὦ κακόδαιμον; οὔτι που λοφᾷς;
Λοφοποιός
ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,
καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ʼκεινονί.
Τρυγαῖος
τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
Λοφοποιός
αὐτὸς σὺ τί δίδως;
1215
Τρυγαῖος
ὅ τι δίδωμʼ; αἰσχύνομαι.
1215
ὅμως δʼ ὅτι τὸ σφήκωμʼ ἔχει πόνον πολύν,
δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας.