Thesauros Edebiyat Komedya Εἰρήνη

Εἰρήνη

Εἰρήνη Aristophanes

Parodos

Τρυγαῖος
ἵνʼ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.
Λοφοποιός
ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·
 
κρεῖττον γὰρ ὦ τᾶν ἐστιν ἢ μηδὲν λαβεῖν. 1220
Τρυγαῖος
ἀπόφερʼ ἀπόφερʼ ἐς κόρακας ἀπὸ τῆς οἰκίας.
 
τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.
 
οὐκ ἂν πριαίμην οὐδʼ ἂν ἰσχάδος μιᾶς.
Θωρακόπωλης
τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτει
 
ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας; 1225
Τρυγαῖος
οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν.
 
ἀλλʼ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·
 
ἐναποπατεῖν γάρ ἐστʼ ἐπιτήδειος πάνυ—
Θωρακοπώλης
παῦσαί μʼ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
Τρυγαῖος
ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς; 1230
Θωρακοπώλης
ποίᾳ δʼ ἀποψήσει ποτʼ ὦμαθέστατε;
Τρυγαῖος
τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς
 
καὶ τῇδʼ.
Θωρακοπώλης
ἅμʼ ἀμφοῖν δῆτʼ;
Τρυγαῖος
ἔγωγε νὴ Δία,
 
ἵνα μή γʼ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
Θωρακοπώλης
ἔπειτʼ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος; 1235
Τρυγαῖος
ἔγωγε νὴ Δίʼ ὦπίτριπτʼ. οἴει γὰρ ἂν
 
τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
Θωρακοπώλης
ἴθι δὴ ʼξένεγκε τἀργύριον.
Τρυγαῖος
ἀλλʼ ὦγαθὲ
 
θλίβει τὸν ὄρρον. ἀπόφερʼ, οὐκ ὠνήσομαι.
Σαλπιγγοποιός
τί δʼ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι, 1240
 
ἣν ἐπριάμην δραχμῶν ποθʼ ἑξήκοντʼ ἐγώ;
Τρυγαῖος
μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέας
 
ἔπειτʼ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,
 
γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
← Önceki Parodos · 42 / 47 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi