Parodos
Ἔποψ
ὥρα ʼστὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,
640
ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν· πρῶτον δέ γε
εἰσέλθετʼ ἐς νεοττιάν γε τὴν ἐμὴν
καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,
καὶ τοὔνομʼ ἡμῖν φράσατον.
ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ
Ἔποψ
δεῦρο τοίνυν εἴσιτον.
Πισθέταιρος
ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.
Πισθέταιρος
ἀτὰρ τὸ δεῖνα, δεῦρʼ ἐπανάκρουσαι πάλιν.
φέρʼ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ
ξυνεσόμεθʼ ὑμῖν πετομένοις οὐ πετομένω;
650
Πισθέταιρος
ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις
ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχʼ, ὡς
φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.
Ἔποψ
μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον,
ὃ διατραγόντʼ ἔσεσθον ἐπτερωμένω.
655
Πισθέταιρος
οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία
καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.
[Episode]
οὗτος σὲ καλῶ, σὲ λέγω.
Χορός
τούτους μὲν ἄγων μετὰ σαυτοῦ
ἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
κατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης.
660