Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Parabasis 1]
Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπὸν ἀεὶ
Χορός
φέρων γλυκεῖαν ᾠδάν. 750
 
τιὸ τιὸ τιὸ τιοτίγξ.
[Parabasis]
εἰ μετʼ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται
Χορός
διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.
 
ὅσα γάρ ἐστιν ἐνθάδʼ αἰσχρὰ τῷ νόμῳ κρατούμενα, 755
 
ταῦτα πάντʼ ἐστὶν παρʼ ἡμῖν τοῖσιν ὄρνισιν καλά.
 
εἰ γὰρ ἐνθάδʼ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,
 
τοῦτʼ ἐκεῖ καλὸν παρʼ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ
 
προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλῆκτρον, εἰ μαχεῖ.
 
εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος, 760
 
ἀτταγᾶς οὗτος παρʼ ἡμῖν ποικίλος κεκλήσεται.
 
εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου,
 
φρυγίλος ὄρνις ἐνθάδʼ ἔσται, τοῦ Φιλήμονος γένους.
 
εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,
 
φυσάτω πάππους παρʼ ἡμῖν, καὶ φανοῦνται φράτερες. 765
 
εἰ δʼ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας
 
βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον·
 
ὡς παρʼ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.
 
τοιάδε κύκνοι,
 
τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ, 770
 
συμμιγῆ βοὴν ὁμοῦ
 
πτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω,
 
τιὸ τιὸ τιὸ τιοτίγξ,
 
ὄχθῳ ἐφεζόμενοι παρʼ Ἕβρον ποταμόν,
 
τιὸ τιὸ τιὸ τιοτίγξ, 775
 
διὰ δʼ αἰθέριον νέφος ἦλθε βοά·
 
πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν,
 
κύματά τʼ ἔσβεσε νήνεμος αἴθρη,
 
τοτοτοτοτοτοτοτοτοτίγξ·
← Önceki Parodos · 19 / 55 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi