Parodos
[Parodos]
ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων;
Πισθέταιρος
ἦ ʼπὶ τὸν δίαυλον ἦλθον;
Ἔποψ
ὥσπερ οἱ Κᾶρες μὲν οὖν
ἐπὶ λόφων οἰκοῦσιν ὦγάθʼ ἀσφαλείας οὔνεκα.
Πισθέταιρος
ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν
Ἐυελπίδης
ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,
295
οὐδʼ ἰδεῖν ἔτʼ ἔσθʼ ὑπʼ αὐτῶν πετομένων τὴν εἴσοδον.
Ἔποψ
οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δίʼ ἀτταγᾶς,
οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γʼ ἀλκυών.
Πισθέταιρος
τίς γάρ ἐσθʼ οὕπισθεν αὐτῆς;
Ἔποψ
ὅστις ἐστί; κειρύλος.
Πισθέταιρος
κειρύλος γάρ ἐστιν ὄρνις;
300
Ἔποψ
οὐ γάρ ἐστι Σποργίλος;
300
Ἐυελπίδης
τί φῄς; τίς γλαῦκʼ Ἀθήναζʼ ἤγαγεν;
Ἔποψ
κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ
νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις
πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήνη δρύοψ.
Πισθέταιρος
ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων·
305
οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.
ἆρʼ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι
καὶ βλέπουσιν ἐς σὲ κἀμέ.
Ἐυελπίδης
τοῦτο μὲν κἀμοὶ δοκεῖ.
Χορός
ποποποποποποποποποποῖ ποῦ μʼ ἄρʼ ὃς
310
ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;
Ἔποψ
οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.
Χορός
τί τί τί τί τί τί τί τί· τίνα λόγον ἄρα ποτὲ
Ἔποψ
κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.