Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

Ἔποψ
ὄρνις ἀφʼ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,
 
ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ
 
Ἄρεως νεοττός. 835
Ἐυελπίδης
ὦ νεοττὲ δέσποτα· 835
 
ὡς δʼ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.
Πισθέταιρος
ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα
 
καὶ τοῖσι τειχίζουσι παραδιακόνει,
 
χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,
 
λεκάνην ἀνένεγκε, κατάπεσʼ ἀπὸ τῆς κλίμακος, 840
 
φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτʼ ἀεί,
 
κωδωνοφορῶν περίτρεχε καὶ κάθευδʼ ἐκεῖ·
 
κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,
 
ἕτερον δʼ ἄνωθεν ἆυ παρʼ ἀνθρώπους κάτω,
 
κἀκεῖθεν αὖθις παρʼ ἐμέ. 845
Ἐυελπίδης
σὺ δέ γʼ αὐτοῦ μένων 845
 
οἴμωζε παρʼ ἔμʼ.
Πισθέταιρος
ἴθʼ ὦγάθʼ οἷ πέμπω σʼ ἐγώ.
 
οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδʼ ἃ λέγω πεπράξεται.
 
ἐγὼ δʼ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,
 
τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.
 
παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα. 850
[Lyric-Scene 1]
ὁμορροθῶ, συνθέλω,
Ἱερεύς
συμπαραινέσας ἔχω
 
προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν,
 
ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν. 855
 
ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ,
 
συνᾳδέτω δὲ Χαῖρις ᾠδάν.
Πισθέταιρος
παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν;
 
τουτὶ μὰ Δίʼ ἐγὼ πολλὰ δὴ καὶ δείνʼ ἰδὼν 860
 
οὔπω κόρακʼ εἶδον ἐμπεφορβειωμένον.
← Önceki Parodos · 22 / 55 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi