Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Lyric-Scene]
οὐκ εἶ θύραζʼ; ἐς κόρακας. 990
Χρησμολόγος
οἴμοι δείλαιος. 990
Πισθέταιρος
οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;
Μέτων
ἥκω παρʼ ὑμᾶς —
Πισθέταιρος
ἕτερον αὖ τουτὶ κακόν.
 
τί δʼ αὖ σὺ δράσων; τίς δʼ ἰδέα βουλεύματος;
 
τίς ἡ ʼπίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ;
Μέτων
γεωμετρῆσαι βούλομαι τὸν ἀέρα 995
 
ὑμῖν διελεῖν τε κατὰ γύας.
Πισθέταιρος
πρὸς τῶν θεῶν
 
σὺ δʼ εἶ τίς ἀνδρῶν;
Μέτων
ὅστις εἴμʼ ἐγώ; Μέτων,
 
ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.
Πισθέταιρος
εἰπέ μοι,
 
ταυτὶ δέ σοι τί ἔστι;
Μέτων
κανόνες ἀέρος.
 
αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος 1000
 
κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ
 
τὸν κανόνʼ, ἄνωθεν τουτονὶ τὸν καμπύλον
 
ἐνθεὶς διαβήτην — μανθάνεις;
Πισθέταιρος
οὐ μανθάνω.
Μέτων
ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα
 
ὁ κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳ 1005
 
ἀγορά, φέρουσαι δʼ ὦσιν εἰς αὐτὴν ὁδοὶ
 
ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δʼ ἀστέρος
 
αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ
 
ἀκτῖνες ἀπολάμπωσιν.
Πισθέταιρος
ἅνθρωπος Θαλῆς.
 
Μέτων — 1010
Μέτων
τί ἔστιν; 1010
← Önceki Parodos · 27 / 55 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi