Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

Ἄγγελος Β.
διὰ τῶν πυλῶν εἰσέπτετʼ ἐς τὸν ἀέρα,
 
λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.
Πισθέταιρος
ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος. 1175
 
τίς τῶν θεῶν;
Ἄγγελος Β.
οὐκ ἴσμεν· ὅτι δʼ εἶχε πτερά,
 
τοῦτʼ ἴσμεν.
Πισθέταιρος
οὔκουν δῆτα περιπόλους ἐχρῆν
 
πέμψαι κατʼ αὐτὸν εὐθύς;
Ἄγγελος Β.
ἀλλʼ ἐπέμψαμεν
 
τρισμυρίους ἱέρακας ἱπποτοξότας,
 
χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος, 1180
 
κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός·
 
ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν
 
αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου·
 
κἄστʼ οὐ μακρὰν ἄπωθεν, ἀλλʼ ἐνταῦθά που
 
ἤδη ʼστίν. 1185
Πισθέταιρος
οὔκουν σφενδόνας δεῖ λαμβάνειν 1185
 
καὶ τόξα; χώρει δεῦρο πᾶς ὑπηρέτης·
 
τόξευε παῖε, σφενδόνην τίς μοι δότω.
[Lyric-Scene 1]
πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς
Χορός
πρὸς ἐμὲ καὶ θεούς. ἀλλὰ φύλαττε πᾶς 1190
 
ἀέρα περινέφελον, ὃν ἔρεβος ἐτέκετο,
 
μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν· 1195
 
ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν,
 
ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
 
δίνης πτερωτὸς φθόγγος ἐξακούεται.
Πισθέταιρος
αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μένʼ ἥσυχος,
 
ἔχʼ ἀτρέμας· αὐτοῦ στῆθʼ· ἐπίσχες τοῦ δρόμου. 1200
 
τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν πότʼ εἶ.
Ἶρις
παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.
← Önceki Parodos · 34 / 55 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi