Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Lyric-Scene 1]
πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη
Χορός
τις ἔστʼ ἄλουτος οὗ
 
ψυχαγωγεῖ Σωκράτης· 1555
 
ἔνθα καὶ Πείσανδρος ἦλθε
 
δεόμενος ψυχὴν ἰδεῖν ἣ
 
ζῶντʼ ἐκεῖνον προὔλιπε,
 
σφάγιʼ ἔχων κάμηλον ἀμνόν
 
τινʼ, ἧς λαιμοὺς τεμὼν ὥσπερ 1560
 
ποθʼ οὑδυσσεὺς ἀπῆλθε,
 
κᾆτʼ ἀνῆλθʼ αὐτῷ κάτωθεν
 
πρὸς τὸ λαῖτμα τῆς καμήλου
 
Χαιρεφῶν ἡ νυκτερίς.
Ποσειδῶν
τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας 1565
 
ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.
 
οὗτος τί δρᾷς; ἐπʼ ἀριστέρʼ οὕτως ἀμπέχει;
 
οὐ μεταβαλεῖς θοἰμάτιον ὧδʼ ἐπιδέξια;
 
τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;
 
ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε, 1570
 
εἰ τουτονί γʼ ἐχειροτόνησαν οἱ θεοί;
Τριβαλλός
ἕξεις ἀτρέμας;
Ποσειδῶν
οἴμωζε· πολὺ γὰρ δή σʼ ἐγὼ
 
ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
 
ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;
Ἡρακλῆς
ἀκήκοας
 
ἐμοῦ γʼ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι, 1575
 
ὅστις ποτʼ ἔσθʼ ὁ τοὺς θεοὺς ἀποτειχίσας.
Ποσειδῶν
ἀλλʼ ὦγάθʼ ᾑρήμεσθα περὶ διαλλαγῶν
 
πρέσβεις.
Ἡρακλῆς
διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.
Πισθέταιρος
τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον·
← Önceki Parodos · 48 / 55 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi