Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Lyric-Scene 1]
τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας. 1580
Ποσειδῶν
τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν
 
τρεῖς ὄντες ἡμεῖς.
Πισθέταιρος
ἀλλʼ ἐπικνῶ τὸ σίλφιον.
Ἡρακλῆς
τὰ δὲ κρέα τοῦ ταῦτʼ ἐστίν;
Πισθέταιρος
ὄρνιθές τινες
 
ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις
 
ἔδοξαν ἀδικεῖν. 1585
Ἡρακλῆς
εἶτα δῆτα σίλφιον 1585
 
εἴπικνῇς πρότερον αὐτοῖσιν;
Πισθέταιρος
ὦ χαῖρʼ Ἡράκλεις.
 
τί ἔστι;
Ποσειδῶν
πρεσβεύοντες ἡμεῖς ἥκομεν
 
παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.
Πισθέταιρος
ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.
Ἡρακλῆς
καὶ μὴν τά γʼ ὀρνίθεια λιπάρʼ εἶναι πρέπει. 1590
Ποσειδῶν
ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,
 
ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι
 
ὄμβριον ὕδωρ ἂν εἴχετʼ ἐν τοῖς τέλμασιν,
 
ἀλκυονίδας τʼ ἂν ἤγεθʼ ἡμέρας ἀεί.
 
τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν. 1595
Πισθέταιρος
ἀλλʼ οὔτε πρότερον πώποθʼ ἡμεῖς ἤρξαμεν
 
πολέμου πρὸς ὑμᾶς, νῦν τʼ ἐθέλομεν, εἰ δοκεῖ,
 
ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,
 
σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαιʼ ἐστὶν ταδί,
 
τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν 1600
 
τὸν Δίʼ ἀποδοῦναι· κἂν διαλλαττώμεθα
 
ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπʼ ἄριστον καλῶ.
Ἡρακλῆς
ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.
Ποσειδῶν
τί ὦ κακόδαιμον; ἠλίθιος καὶ γάστρις εἶ.
← Önceki Parodos · 49 / 55 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi