Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Agon]
ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος· οὐ μέλλειν ἐχρῆν.
Χορός
ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν. 365
Ἔποψ
εἰπέ μοι τί μέλλετʼ ὦ πάντων κάκιστα θηρίων
 
ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι
 
τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;
Χορός
φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;
 
ἢ τίνας τεισαίμεθʼ ἄλλους τῶνδʼ ἂν ἐχθίους ἔτι; 370
Ἔποψ
εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι,
 
καὶ διδάξοντές τι δεῦρʼ ἥκουσιν ὑμᾶς χρήσιμον;
Χορός
πῶς δʼ ἂν οἵδʼ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε
 
ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;
Ἔποψ
ἀλλʼ ἀπʼ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί. 375
 
ἡ γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλου
 
οὐ μάθοις ἂν τοῦθʼ, ὁ δʼ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.
 
αὐτίχʼ αἱ πόλεις παρʼ ἀνδρῶν γʼ ἔμαθον ἐχθρῶν κοὐ φίλων
 
ἐκπονεῖν θʼ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς·
 
τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα. 380
Χορός
ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,
 
χρήσιμον· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.
Πισθέταιρος
οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγʼ ἐπὶ σκέλος.
Ἔποψ
καὶ δίκαιόν γʼ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.
Χορός
ἀλλὰ μὴν οὐδʼ ἄλλο σοί πω πρᾶγμʼ ἐνηντιώμεθα. 385
Πισθέταιρος
μᾶλλον εἰρήνην ἄγουσι νὴ Δίʼ, ὥστε τὴν χύτραν
 
τώ τε τρυβλίω καθίει·
 
καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,
 
περιπατεῖν ἔχοντας ἡμᾶς
 
τῶν ὅπλων ἐντός, παρʼ αὐτὴν 390
 
τὴν χύτραν ἄκραν ὁρῶντας
 
ἐγγύς· ὡς οὐ φευκτέον νῷν.
Ἐυελπίδης
ἐτεὸν ἢν δʼ ἄρʼ ἀποθάνωμεν,
← Önceki Parodos · 5 / 55 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi