Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Exodus 1]
Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,
Χορός
Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.
[Exodus]
ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς·
Πισθέταιρος
ἄγαμαι δὲ λόγων. ἄγε νυν αὐτοῦ
 
καὶ τὰς χθονίας κλῄσατε βροντὰς 1745
 
τάς τε πυρώδεις Διὸς ἀστεροπὰς
 
δεινόν τʼ ἀργῆτα κεραυνόν.
Χορός
ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,
 
ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον,
 
ὦ χθόνιαι βαρυαχέες 1750
 
ὀμβροφόροι θʼ ἅμα βρονταί,
 
αἷς ὅδε νῦν χθόνα σείει.
 
διὰ σὲ τὰ πάντα κρατήσας
 
καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.
 
Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.
Πισθέταιρος
ἔπεσθε νῦν γάμοισιν ὦ 1755
 
φῦλα πάντα συννόμων
 
πτεροφόρʼ ἐπὶ δάπεδον Διὸς
 
καὶ λέχος γαμήλιον.
 
ὄρεξον ὦ μάκαιρα σὴν
 
χεῖρα καὶ πτερῶν ἐμῶν 1760
 
λαβοῦσα συγχόρευσον· αἴρων
 
δὲ κουφιῶ σʼ ἐγώ.
Χορός
ἀλαλαλαὶ ἰὴ παιών,
 
τήνελλα καλλίνικος, ὦ
 
δαιμόνων ὑπέρτατε. 1765
← Önceki Parodos · 55 / 55

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi