Thesauros Edebiyat Komedya Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Parodos]
τοροτὶξ τοροτίξ.
Πισθέταιρος
ὦγάθʼ ἀλλʼ εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.
Ἐυελπίδης
νὴ Δίʼ ὄρνις δῆτα. τίς ποτʼ ἐστίν; οὐ δήπου ταὧς;
Πισθέταιρος
οὗτος αὐτὸς νῷν φράσει· τίς ἐστιν ὄρνις οὑτοσί; 270
Ἔποψ
οὗτος οὐ τῶν ἠθάδων τῶνδʼ ὧν ὁρᾶθʼ ὑμεῖς ἀεί,
 
ἀλλὰ λιμναῖος.
Ἐυελπίδης
βαβαὶ καλός γε καὶ φοινικιοῦς.
Ἔποψ
εἰκότως γε· καὶ γὰρ ὄνομʼ αὐτῷ ʼστὶ φοινικόπτερος.
Ἐυελπίδης
οὗτος ὦ σέ τοι.
Πισθέταιρος
τί βωστρεῖς;
Ἐυελπίδης
ἕτερος ὄρνις οὑτοσί.
Πισθέταιρος
νὴ Δίʼ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων. 275
 
τίς ποτʼ ἔσθʼ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;
Ἔποψ
ὄνομα τούτῳ Μῆδός ἐστο.
Πισθέταιρος
Μῆδος; ὦναξ Ἡράκλεις·
 
εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;
Ἐυελπίδης
ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.
Πισθέταιρος
τί τὸ τέρας τουτί ποτʼ ἐστίν; οὐ σὺ μόνος ἄρʼ ἦσθʼ ἔποψ, 280
 
ἀλλὰ χοὖτος ἕτερος;
Ἔποψ
οὑτοσὶ μέν ἐστι Φιλοκλέους
 
ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις
 
Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.
Πισθέταιρος
Καλλίας ἄρʼ οὗτος οὕρνις ἐστίν· ὡς πτερορρυεῖ.
Ἐυελπίδης
ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται, 285
 
αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.
Πισθέταιρος
ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.
 
τίς ὀνομάξεταί ποθʼ οὗτος;
Ἔποψ
οὑτοσὶ κατωφαγᾶς.
Πισθέταιρος
ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;
Ἐυελπίδης
πῶς ἂν οὖν Κλεώνυμός γʼ ὢν οὐκ ἀπέβαλε τὸν λόφον; 290
Parodos · 1 / 55 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi