Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Parodos

[Choral 1]
ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν
Χορὸς Γυναικῶν
τῇ πόλει χρησίμων·
 
εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με. 640
 
ἑπτὰ μὲν ἔτη γεγῶσʼ εὐθὺς ἠρρηφόρουν·
 
εἶτʼ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι·
 
κᾆτʼ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις· 645
 
κἀκανηφόρουν ποτʼ οὖσα παῖς καλὴ ʼχουσʼ
 
ἰσχάδων ὁρμαθόν·
[Choral]
ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
Χορὸς Γυναικῶν
εἰ δʼ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
 
ἢν ἀμείνω γʼ εἰσενέγκω τῶν παρόντων πραγμάτων. 650
 
τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας ἐσφέρω,
 
τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθʼ ὑμῖν, ἐπεὶ
 
τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
 
εἶτʼ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς,
 
ἀλλʼ ὑφʼ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. 655
 
ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,
 
τῷδέ γʼ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
[Choral 2]
ταῦτʼ οὖν οὐχ ὕβρις τὰ πράγματʼ ἐστὶ
Χορὸς γερόντων
πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον. 660
 
ἀλλʼ ἀμυντέον τὸ πρᾶγμʼ ὅστις γʼ ἐνόρχης ἔστʼ ἀνήρ.
 
ἀλλὰ τὴν ἐξωμίδʼ ἐκδυώμεθʼ, ὡς τὸν ἄνδρα δεῖ
 
ἀνδρὸς ὄζειν εὐθύς, ἀλλʼ οὐν ἐντεθριῶσθαι πρέπει.
 
ἀλλʼ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτʼ ἦμεν ἔτι, 665
 
νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
 
πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε. 670
[Choral]
εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
Χορὸς γερόντων
οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
 
ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσʼ ἔτι
 
ναυμαχεῖν καὶ πλεῖν ἐφʼ ἡμἁς ὥσπε, Ἀρτεμισία. 675
← Önceki Parodos · 15 / 39 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi