Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Parodos

[Parodos 2]
τοῦτʼ ἄνευ κανθηλίου. 290
Χορὸς γερόντων
ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον·
 
ἀλλʼ ὅμως βαδιστέον,
 
καὶ τὸ πῦρ φυσητέον,
 
μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.
 
φῦ φῦ. 295
 
ἰοὺ ἰοὺ τοῦ καπνοῦ. 295
 
ὡς δεινὸν ὦναξ Ἡράκλεις
 
προσπεσόν μʼ ἐκ τῆς χύτρας
 
ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει·
 
κἄστιν γε Λήμνιον τὸ πῦρ
 
τοῦτο πάσῃ μηχανῇ. 300
 
οὐ γὰρ ἄν ποθʼ ὧδʼ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.
 
σπεῦδε πρόσθεν ἐς πόλιν
 
καὶ βοήθει τῇ θεῷ.
 
ἢ πότʼ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν;
 
φῦ φῦ. 305
 
ἰοὺ ἰοὺ τοῦ καπνοῦ. 305
[Parodos]
τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.
Χορὸς γερόντων
οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,
 
τῆς ἀμπέλου δʼ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες
 
ἅψαντες εἶτʼ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν;
 
κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες, 310
 
ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.
 
θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ.
 
τίς ξυλλάβοιτʼ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν;
 
ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.
 
σὸν δʼ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακʼ ἐξεγείρειν, 315
 
τὴν λαμπάδʼ ἡμμένην ὅπως πρώτιστʼ ἐμοὶ προσοίσεις.
 
δέσποινα Νίκη ξυγγενοῦ τῶν τʼ ἐν πόλει γυναικῶν
← Önceki Parodos · 2 / 39 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi