Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Parodos

Μυρρίνη
καίτοι, τὸ δεῖνα, ψίαθός ἐστʼ ἐξοιστέα.
Κινησίας
ποία ψίαθος; μὴ μοί γε.
Μυρρίνη
νὴ τὴν Ἄρτεμιν,
 
αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.
Κινησίας
δός μοί νυν κύσαι.
Μυρρίνη
ἰδού.
Κινησίας
παπαιάξ· ἧκέ νυν ταχέως πάνυ.
Μυρρίνη
ἰδοὺ ψίαθος· κατάκεισο, καὶ δὴ ʼκδύομαι. 925
 
καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.
Κινησίας
ἀλλʼ οὐδὲ δέομʼ ἔγωγε.
Μυρρίνη
νὴ Δίʼ ἀλλʼ ἐγώ.
Κινησίας
ἀλλʼ ἢ τὸ πέος τόδʼ Ἡρακλῆς ξενίζεται.
Μυρρίνη
ἀνίστασʼ, ἀναπήδησον.
Κινησίας
ἤδη πάντʼ ἔχω.
Μυρρίνη
ἅπαντα δῆτα. 930
Κινησίας
δεῦρό νυν ὦ χρύσιον. 930
Μυρρίνη
τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν·
 
μή μʼ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
Κινησίας
νὴ Δίʼ ἀπολοίμην ἆρα.
Μυρρίνη
σισύραν οὐκ ἔχεις.
Κινησίας
μὰ Δίʼ οὐδὲ δέομαί γʼ, ἀλλὰ βινεῖν βούλομαι.
Μυρρίνη
ἀμέλει ποιήσεις τοῦτο· ταχὺ γὰρ ἔρχομαι. 935
Κινησίας
ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
Μυρρίνη
ἔπαιρε σαυτόν.
Κινησίας
ἀλλʼ ἐπῆρται τοῦτό γε.
Μυρρίνη
βούλει μυρίσω σε;
Κινησίας
μὰ τὸν Ἀπόλλω μὴ μέ γε.
Μυρρίνη
νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γʼ ἤν τε μή.
Κινησίας
εἴθʼ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα. 940
Μυρρίνη
πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.
← Önceki Parodos · 25 / 39 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi