Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Parodos

[Parodos 3]
Τριτογένειʼ, εἴ τις ἐκείνας
Χορὸς Γυναικῶν
ὑποπίμπρησιν ἀνήρ,
 
φέρειν ὕδωρ μεθʼ ἡμῶν.
[Parodos]
ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι· 350
Χορὸς Γυναικῶν
οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.
Χορὸς γερόντων
τουτὶ τὸ πρᾶγμʼ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·
 
ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
Χορὸς Γυναικῶν
τί βδύλλεθʼ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
 
καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν. 355
Χορὸς γερόντων
ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
 
οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;
Χορὸς Γυναικῶν
θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζʼ, ὅπως ἂν
 
ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μʼ ἐμποδίζῃ.
Χορὸς γερόντων
εἰ νὴ Δίʼ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς 360
 
ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
Χορὸς Γυναικῶν
καὶ μὴν ἰδοὺ παταξάτω τις· στᾶσʼ ἐγὼ παρέξω,
 
κοὐ μή ποτʼ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
Χορὸς γερόντων
εἰ μὴ σιωπήσει, θενών σου ʼκκοκκιῶ τὸ γῆρας.
Χορὸς Γυναικῶν
ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών. 365
Χορὸς γερόντων
τί δʼ ἢν σποδῶ τοῖς κονδύλοις; τί μʼ ἐργάσει τὸ δεινόν;
Χορὸς Γυναικῶν
βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερʼ ἐξαμήσω.
Χορὸς γερόντων
οὐκ ἔστʼ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής·
 
οὐδὲν γὰρ οὕτω θρέμμʼ ἀναιδές ἐστιν ὡς γυναῖκες.
Χορὸς Γυναικῶν
αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη. 370
Χορὸς γερόντων
τί δʼ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρʼ ὕδωρ ἔχουσʼ ἀφίκου;
Χορὸς Γυναικῶν
τί δαὶ σὺ πῦρ ὦ τύμβʼ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;
Χορὸς γερόντων
ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
Χορὸς Γυναικῶν
ἐγὼ δέ γʼ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
Χορὸς γερόντων
τοὐμὸν σὺ πῦρ κατασβέσεις; 375
Χορὸς Γυναικῶν
τοὔργον τάχʼ αὐτὸ δείξει. 375
← Önceki Parodos · 4 / 39 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi