Thesauros Edebiyat Komedya Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Parodos

[Parodos]
οὐκ οἶδά σʼ εἰ τῇδʼ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
Χορὸς Γυναικῶν
εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γʼ ἐγὼ παρέξω.
Χορὸς γερόντων
ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;
Χορὸς Γυναικῶν
καὶ ταῦτα νυμφικόν γε.
Χορὸς γερόντων
ἤκουσας αὐτῆς τοῦ θράσους;
Χορὸς Γυναικῶν
ἐλευθέρα γάρ εἰμι.
Χορὸς γερόντων
σχήσω σʼ ἐγὼ τῆς νῦν βοῆς. 380
Χορὸς Γυναικῶν
ἀλλʼ οὐκέθʼ ἡλιάζει. 380
Χορὸς γερόντων
ἔμπρησον αὐτῆς τὰς κόμας.
Χορὸς Γυναικῶν
σὸν ἔργον ὦχελῷε.
Χορὸς γερόντων
οἴμοι τάλας.
Χορὸς Γυναικῶν
μῶν θερμὸν ἦν;
Χορὸς γερόντων
ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
Χορὸς Γυναικῶν
ἄρδω σʼ ὅπως ἂν βλαστάνῃς.
Χορὸς γερόντων
ἀλλʼ αὖός εἰμʼ ἤδη τρέμων. 385
Χορὸς Γυναικῶν
οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
Πρόβουλος
ἆρʼ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ
 
χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
 
ὅ τʼ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
 
οὗ ʼγώ ποτʼ ὢν ἤκουον ἐν τἠκκλησίᾳ; 390
 
ἔλεγε δʼ ὁ μὴ ὥρασι μὲν Δημόστρατος
 
πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δʼ ὀρχουμένη
 
αἰαῖ Ἄδωνιν φησίν, ὁ δὲ Δημόστρατος
 
ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων·
 
ἡ δʼ ὑποπεπωκυῖʼ ἡ γυνὴ ʼπὶ τοῦ τέγους 395
 
κόπτεσθʼ Ἄδωνιν φησίν· ὁ δʼ ἐβιάζετο
 
ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
 
τοιαῦτʼ ἀπʼ αὐτῶν ἐστιν ἀκόλαστʼ ᾄσματα.
Χορὸς γερόντων
τί δῆτʼ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδʼ ὕβριν;
 
αἳ τἄλλα θʼ ὑβρίκασι κἀκ τῶν καλπίδων 400
← Önceki Parodos · 5 / 39 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi