Parodos
Χορός
σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη
ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.
Γυνὴ Α
φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
λέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρ
βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον
385
προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ
Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
καὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά.
τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ
390
εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,
τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν·
ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
395
ὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέως
μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ
ἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰ
τοὺς ἄνδρας ἡμῶν· ὥστʼ ἐάνπερ τις πλέκῃ
400
γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ
σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
ἁνὴρ ἐρωτᾷ, ʼτῷ κατέαγεν ἡ χύτρα;
οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.ʼ
κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει,
405
τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης.
εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται
ἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν.
ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον·
πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακας
410