Thesauros Edebiyat Komedya Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Lyric-Scene]
ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.
Εὐριπίδης
τί δαὶ σύ; τί λέγεις;
Αἰσχύλος
τὴν πόλιν νῦν μοι φράσον
 
πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς; 1455
Διόνυσος
πόθεν; 1455
 
μισεῖ κάκιστα.
Αἰσχύλος
τοῖς πονηροῖς δʼ ἥδεται;
Διόνυσος
οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.
Αἰσχύλος
πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
 
ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
Διόνυσος
εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν. 1460
Αἰσχύλος
ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.
Διόνυσος
μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.
Αἰσχύλος
τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
 
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
 
πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον. 1465
Διόνυσος
εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
Πλούτων
κρίνοις ἄν.
Διόνυσος
αὕτη σφῷν κρίσις γενήσεται·
 
αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
Εὐριπίδης
μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
 
ἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους. 1470
Διόνυσος
ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι.
Εὐριπίδης
τί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων;
Διόνυσος
ἐγώ;
 
ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
Εὐριπίδης
αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;
Διόνυσος
τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ; 1475
Εὐριπίδης
ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;
Διόνυσος
τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
← Önceki Parodos · 44 / 46 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi