Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Agon]
τὸ δὲ δεῖπνον ποῦ παραθήσεις; 675
Πραξάγορα
τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
Βλέπυρος
τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;
Πραξάγορα
τοὺς κρατῆρας καταθήσω
 
καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
 
τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κεἴ τις δειλὸς γεγένηται, 680
 
ἵνα μὴ δειπνῶσʼ αἰσχυνόμενοι.
Βλέπυρος
νὴ τὸν Ἀπόλλω χάριέν γε.
 
τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;
Πραξάγορα
εἰς τὴν ἀγορὰν καταθήσω·
 
κᾆτα στήσασα παρʼ Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
 
εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ·
 
και κηρύξει τοὺς ἐκ τοῦ βῆτʼ ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
 
τὴν βασίλειον δειπνήσοντας· τὸ δὲ θῆτʼ ἐς τὴν παρὰ b ταύτην, 685
 
τοὺς δʼ ἐκ τοῦ κάππʼ ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν. 685
Βλέπυρος
ἵνα κάπτωσιν;
Πραξάγορα
μὰ Δίʼ ἀλλʼ ἵνʼ ἐκεῖ δειπνῶσιν.
Βλέπυρος
ὅτῳ δὲ τὸ γράμμα
 
μὴ ʼξελκυσθῇ καθʼ ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.
Πραξάγορα
ἀλλʼ οὐκ ἔσται τοῦτο παρʼ ἡμῖν·
 
πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν, 690
 
ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
 
πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.
 
αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
 
προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
 
τάδε λέξουσιν· δεῦρο παρʼ ἡμᾶς· 695
 
ἐνθάδε μεῖράξ ἐσθʼ ὡραία.
 
παρʼ ἐμοὶ δʼ ἑτέρα
 
φήσει τις ἄνωθʼ ἐξ ὑπερῴου,
 
καὶ καλλίστη καὶ λευκοτάτη·
← Önceki Parodos · 17 / 37 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi