Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

Ἀνὴρ Β
αὔτʼ ἢ φέρεις ἐνέχυρα θήσων; 755
Ἀνὴρ Α
οὐδαμῶς. 755
Ἀνὴρ Β
τί δῆτʼ ἐπὶ στοίχου ʼστὶν οὕτως; οὔτι μὴ
 
Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
Ἀνὴρ Α
μὰ Δίʼ ἀλλʼ ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
 
ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
Ἀνὴρ Β
μέλλεις ἀποφέρειν; 760
Ἀνὴρ Α
πάνυ γε. 760
Ἀνὴρ Β
κακοδαίμων ἄρʼ εἶ 760
 
νὴ τὸν Δία τὸν σωτῆρα.
Ἀνὴρ Α
πῶς;
Ἀνὴρ Β
πῶς; ῥᾳδίως.
Ἀνὴρ Α
τί δʼ; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
Ἀνὴρ Β
ποίοισιν ὦ δύστηνε;
Ἀνὴρ Α
τοῖς δεδογμένοις.
Ἀνὴρ Β
δεδογμένοισιν; ὡς ἀνόητος ἦσθʼ ἄρα.
Ἀνὴρ Α
ἀνόητος; 765
Ἀνὴρ Β
οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν 765
 
ἁπαξαπάντων.
Ἀνὴρ Α
ὅτι τὸ ταττόμενον ποιῶ;
Ἀνὴρ Β
τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
Ἀνὴρ Α
μάλιστα πάντων.
Ἀνὴρ Β
τὸν μὲν οὖν ἀβέλτερον.
Ἀνὴρ Α
σὺ δʼ οὐ καταθεῖναι διανοεῖ;
Ἀνὴρ Β
φυλάξομαι,
 
πρὶν ἄν γʼ ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται. 770
Ἀνὴρ Α
τί γὰρ ἄλλο γʼ ἢ φέρειν παρεσκευασμένοι
 
τὰ χρήματʼ εἰσίν;
Ἀνὴρ Β
ἀλλʼ ἰδὼν ἐπειθόμην.
Ἀνὴρ Α
λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.
← Önceki Parodos · 20 / 37 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi