Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

Ἀνὴρ Β
μὴ γὰρ οὐ λάβῃς ὅποι· 795
 
θάρρει, καταθήσεις, κἂν ἔνης ἔλθῃς.
Ἀνὴρ Α
τιή;
Ἀνὴρ Β
ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
 
ἅττʼ ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
Ἀνὴρ Α
οἴσουσιν ὦ τᾶν.
Ἀνὴρ Β
ἢν δὲ μὴ κομίσωσι, τί;
Ἀνὴρ Α
ἀμέλει κομιοῦσιν. 800
Ἀνὴρ Β
ἢν δὲ μὴ κομίσωσι, τί; 800
Ἀνὴρ Α
μαχούμεθʼ αὐτοῖς.
Ἀνὴρ Β
ἢν δὲ κρείττους ὦσι, τί;
Ἀνὴρ Α
ἄπειμʼ ἐάσας.
Ἀνὴρ Β
ἢν δὲ πωλῶσʼ αὐτά, τί;
Ἀνὴρ Α
διαρραγείης.
Ἀνὴρ Β
ἢν διαρραγῶ δέ, τί;
Ἀνὴρ Α
καλῶς ποιήσεις.
Ἀνὴρ Β
σὺ δʼ ἐπιθυμήσεις φέρειν;
Ἀνὴρ Α
ἔγωγε· καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας 805
 
ὁρῶ φέροντας.
Ἀνὴρ Β
πάνυ γʼ ἂν οὖν Ἀντισθένης
 
αὔτʼ εἰσενέγκοι· πολὺ γὰρ ἐμμελέστερον
 
πρότερον χέσαι πλεῖν ἢ τριάκονθʼ ἡμέρας.
Ἀνὴρ Α
οἴμωζε.
Ἀνὴρ Β
Καλλίμαχος δʼ ὁ χοροδιδάσκαλος
 
αὐτοῖσιν εἰσοίσει τι; 810
Ἀνὴρ Α
πλείω Καλλίου. 810
Ἀνὴρ Β
ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
Ἀνὴρ Α
δεινά γε λέγεις.
Ἀνὴρ Β
τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
 
ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
← Önceki Parodos · 22 / 37 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi