Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Lyric-Scene]
ἀνάσιμον ἢ πρεσβυτέραν· 940
Νεανίας
οὐ γὰρ ἀνασχετὸν τοῦτό γʼ ἐλευθέρῳ.
Γραῦς Α
οἰμώζων ἄρα νὴ Δία σποδήσεις.
 
οὐ γὰρ τἀπὶ Χαριξένης τάδʼ ἐστίν.
 
κατὰ τὸν νόμον ταῦτα ποιεῖν
 
ἔστι δίκαιον, εἰ δημοκρατούμεθα. 945
 
ἀλλʼ εἶμι τηρήσουσʼ ὅ τι καὶ δράσει ποτέ.
Νεανίας
εἴθʼ ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,
 
ἐφʼ ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
Νεᾶνις
ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον·
 
φρούδη γάρ ἐστιν οἰομένη μʼ ἔνδον μένειν. 950
 
ἀλλʼ οὑτοσὶ γὰρ αὐτὸς οὗ ʼμεμνήμεθα.
[Lyric-Scene 1]
δεῦρο δὴ δεῦρο δή,
Νεᾶνις
φίλον ἐμόν, δεῦρό μοι
 
πρόσελθε καὶ ξύνευνος
 
τὴν εὐφρόνην ὅπως ἔσει.
 
πάνυ γάρ τις ἔρως με δονεῖ
 
τῶνδε τῶν σῶν βοστρύχων. 955
 
ἄτοπος δʼ ἔγκειταί μοί τις
 
πόθος, ὅς με διακναίσας ἔχει.
 
μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
 
καὶ ποίησον τόνδʼ ἐς εὐνὴν
 
τὴν ἐμὴν ἱκέσθαι.
Νεανίας
δεῦρο δὴ δεῦρο δή, 960
 
καὶ σύ μοι καταδραμοῦσα
 
τὴν θύραν ἄνοιξον
 
τήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
 
φίλον, ἀλλʼ ἐν τῷ σῷ
 
βούλομαι κόλπῳ πληκτίζεσθαι
 
μετὰ τῆς σῆς πυγῆς. 965
← Önceki Parodos · 28 / 37 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi