Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Lyric-Scene 1]
Κύπρι τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;
Νεανίας
μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
 
καὶ ποίησον τήνδʼ ἐς εὐνὴν
 
τὴν ἐμὴν ἱκέσθαι.
[Lyric-Scene 2]
καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
Νεᾶνις
εἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω, 970
 
ἄνοιξον ἀσπάζου με·
 
διά τοι σὲ πόνους ἔχω.
Νεανίας
ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
 
μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
 
ἄνοιξον ἀσπάζου με·
 
διά τοι σὲ πόνους ἔχω. 975
Γραῦς Α
οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;
Νεανίας
πόθεν;
Γραῦς Α
καὶ τὴν θύραν γʼ ἤραττες.
Νεανίας
ἀποθάνοιμʼ ἄρα.
Γραῦς Α
τοῦ δαὶ δεόμενος δᾷδʼ ἔχων ἐλήλυθας;
Νεανίας
Ἀναφλύστιον ζητῶν τινʼ ἄνθρωπον.
Γραῦς Α
τίνα;
Νεανίας
οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως. 980
Γραῦς Α
νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γʼ ἤν τε μή.
Νεανίας
ἀλλʼ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
 
εἰσάγομεν, ἀλλʼ εἰσαῦθις ἀναβεβλήμεθα.
 
τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
Γραῦς Α
ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτʼ ἦν ὦ γλύκων· 985
 
νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
Νεανίας
τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
Γραῦς Α
ἀλλʼ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
Νεανίας
οὐκ οἶδʼ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
Γραῦς Α
ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν. 990
← Önceki Parodos · 29 / 37 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi