Thesauros Edebiyat Komedya Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Lyric-Scene 2]
ἀλλʼ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
Γραῦς Α
οἶδʼ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι
 
θύρασί μʼ ηὗρες· ἀλλὰ πρόσαγε τὸ στόμα.
Νεανίας
ἀλλʼ ὦ μέλʼ ὀρρωδῶ τὸν ἐραστήν σου.
Γραῦς Α
τίνα;
Νεανίας
τὸν τῶν γραφέων ἄριστον. 995
Γραῦς Α
οὗτος δʼ ἔστι τίς; 995
Νεανίας
ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
 
ἀλλʼ ἄπιθʼ, ὅπως μή σʼ ἐπὶ θύραισιν ὄψεται.
Γραῦς Α
οἶδʼ οἶδʼ ὅ τι βούλει.
Νεανίας
καὶ γὰρ ἐγώ σε νὴ Δία.
Γραῦς Α
μὰ τὴν Ἀφροδίτην ἥ μʼ ἔλαχε κληρουμένη,
 
μὴ ʼγώ σʼ ἀφήσω. 1000
Νεανίας
παραφρονεῖς ὦ γρᾴδιον. 1000
Γραῦς Α
ληρεῖς· ἐγὼ δʼ ἄξω σʼ ἐπὶ τἀμὰ στρώματα.
Νεανίας
τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
 
ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
 
ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
Γραῦς Α
μὴ σκῶπτέ μʼ ὦ τάλαν ἀλλʼ ἕπου δεῦρʼ ὡς ἐμέ. 1005
Νεανίας
ἀλλʼ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
 
τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
Γραῦς Α
νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σʼ. ὡς ἐγὼ
 
τοῖς τηλικούτοις ξυγκαθεύδουσʼ ἥδομαι.
Νεανίας
ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι, 1010
 
κοὐκ ἂν πιθοίμην οὐδέποτʼ.
Γραῦς Α
ἀλλὰ νὴ Δία
 
ἀναγκάσει τουτί σε.
Νεανίας
τοῦτο δʼ ἔστι τί;
Γραῦς Α
ψήφισμα, καθʼ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
Νεανίας
λέγʼ αὐτὸ τί ποτε κἄστι.
← Önceki Parodos · 30 / 37 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi