Parodos
[Agon]
καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου
Χρεμύλος
λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δʼ ἀντὶ μὲν ἄρτων
μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖʼ ἰσχνῶν ῥαφανίδων,
ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας
545
φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν
ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σʼ αἴτιον οὖσαν;
Πενία
σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δʼ ὑπεκρούσω.
Χρεμύλος
οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.
Πενία
ὑμεῖς γʼ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
550
ἀλλʼ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δίʼ, οὐδέ γε μέλλει.
πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα·
τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
περιγίγνεσθαι δʼ αὐτῷ μηδέν, μὴ μέντοι μηδʼ ἐπιλείπειν.
Χρεμύλος
ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας,
555
εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.
Πενία
σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,
560
παρʼ ἐμοὶ δʼ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
Χρεμύλος
ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
Πενία
περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
ὅτι κοσμιότης οἰκεῖ μετʼ ἐμοῦ, τοῦ Πλούτου δʼ ἐστὶι ὑβρίζειν.
Χρεμύλος
πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.
565
Βλεψίδημος
†νὴ τὸν Δίʼ, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;†
Πενία
σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,
πλουτήσαντες δʼ ἀπὸ τῶν κοινῶν παραχρῆμʼ ἄδικοι γεγένηνται,
ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.
570
Χρεμύλος
ἀλλʼ οὐ ψεύδει τούτων γʼ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.