Parodos
Συκοφάντης
ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον
875
Δίκαιος
νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος
ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
Συκοφάντης
οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;
880
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.
Δίκαιος
οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.
Καρίων
† ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος.†
885
Συκοφάντης
ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον,
ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.
οὐκ ἐπʼ ἀγαθῷ γὰρ ἐνθάδʼ ἐστὸν οὐδενί.
Δίκαιος
μὰ τὸν Δίʼ οὔκουν τῷ γε σῷ, σάφʼ ἴσθʼ ὅτι.
Συκοφάντης
ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.
890
Καρίων
ὡς δὴ ʼπʼ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
διαρραγείης μηδενός γʼ ἐμπλήμενος.
Συκοφάντης
ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.
895
Καρίων
κακόδαιμον ὀσφραίνει τι;
Δίκαιος
τοῦ ψύχους γʼ ἴσως
ἐπεὶ τοιοῦτόν γʼ ἀμπέχεται τριβώνιον.
Συκοφάντης
ταῦτʼ οὖν ἀνασχέτʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,
τούτους ὑβρίζειν εἰς ἔμʼ; οἴμʼ ὡς ἄχθομαι
ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.
900
Δίκαιος
σὺ φιλόπολις καὶ χρηστός;
Συκοφάντης
ὡς οὐδείς γʼ ἀνήρ.