Πότνια Γῆ, πάνδωρε, δότειρα μελίφρονος ὄλβου,
7
ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης,
τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ᾽, οἷς ἐχολώθης.
Ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι ἄτῃ
8
πτωκάσιν αἰθυίῃσι, βίον δύσζηλον ἔχοντες,
αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·
δεινὴ γὰρ μέτ’ ὄπις ξενίου Διός, ὅς κ’ ἀλίτηται.
Restored to metrical fom for Barnes.Ὑμέας, ὦ ξεῖνοι, ἄνεμος λάβεν ἀντίος ἐλθών·
9
ἀλλ’ ἐμὲ νῦν δέξασθε, καὶ ὁ πλόος ἔσσεται ὑμῖν.
Ἄλλη τίς σευ πεύκη ἀμείνονα καρπὸν ἵησιν
10
Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης,
ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν
ἔσσεται, εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.
Γλαῦκε, βοτῶνKuester: ἐπίοπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω·
11
πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρησι
δοῦναι· τὼς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει
ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.
Κλῦθί μευ εὐχομένου, Κουροτρόφε, δὸς δὲ γυναῖκα
12
τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν·
ἣ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
Ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,
13
ἵπποι δ’ αὖ πεδίου κόσμος, νῆες δὲ θαλάσσης,
χρήματα δ’ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες
ἥμενοι εἰν ἀγορῇ κόσμος λαοῖσινRuhnken: ὁρᾶσθαι·
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι
ἤματι χειμερίῳ, ὁπότ’ ἂν νίφῃσι Κρονίων.
Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες.
14
δεῦρ᾽, ἄγ᾽, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου.
εὖ δὲ περανθεῖενPollux: κότυλοι καὶ πάντα κάναστρα
φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς,
πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δή, ὥς σφιν ἀεῖσαι.
ἢν δ’ ἐπ’ ἀναιδείην τρεφθέντες ψεύδε’ ἄρησθε,
συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας,
Σύντριβ’ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην
Ὠμόδαμόν τ᾽, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι·
πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,