Thesauros Edebiyat geography Geographiae Informatio

Geographiae Informatio

Geographiae Informatio Agathemerus
4.17 Καὶ ἄλλως· ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδες δʹ καὶ ͵ατνʹ· ἀπὸ Εὐφράτου εἰς Μάζακα Καππαδοκῶν στάδια ͵αϡνʹ· ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρωρείας καὶ μεγάλης [καὶ] Καρίας ἕως Ἐφέσου στάδια ͵γπϟʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδες δʹ καὶ ͵ζσϟʹ· ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχʹ· ἐπὶ Ἰσθμὸν στάδια ͵αψʹ· ἀπ᾿Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ· ἐπὶ Λευκάδα στάδια ψʹ· ἐπὶ Κόρκυραν στάδια ψʹ· ἐπ᾿ Ἀκροκεραύνια ὄρη στάδια χξʹ· ἐπὶ Βρεντέσιον στάδια ψʹ· ἀπὸ Βρεντεσίου πεζῇ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ· ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια ͵δρνβʹ· εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλλιβίρρεως [στάδια ͵γψμζʹ· ἀπὸ Ἰλλιβίρρεως] διὰ τῶν πανδοκείων ἕως Γαδείρων στάδια ͵ϛχναʹ, καὶ ὁ διάπλους ἐπὶ Γάδειρα στάδια ξʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδες ζʹ καὶ ͵αφξʹ.
4.18 Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ Μερόην σταδίων ͵ε· ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων· ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ͵ηνϛʹ (τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνοεῖται εἰς βορρᾶν), οὕτως· ἀπὸ Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια ͵δφʹ· ἐπὶ τὸ Θοάντειον, δεξιὸν παραπλέοντι Ῥόδον, στάδια υʹ· ἐπὶ Τῆλον στάδια σξʹ· ἐπὶ Λακτῆρα τῆς Κῴας στάδια τκʹ· ἐπὶ Δρέπανον Κῴας στάδια ρʹ· ἐπ᾿ Ἀρκῖτιν νῆσον στάδια τλʹ· ἐπὶ Κορσίας [στάδια] ρʹ· ἐπὶ Σαμίων Ἄμπελον στάδια λʹ· ἐπὶ τὸ (Αἰγαῖον) Ἄργεννον διὰ τοῦ Αἰγαίου στάδια φʹ· ἐπὶ τὸ Ἐρυθραῖον Κορυναῖον στάδια κεʹ· ἐπὶ Φλίον, ἄκρον Χίου, στάδια νʹ· ἐπὶ Μελανέα, ἄκρον Λέσβου, στάδια υνʹ· ἐπὶ Σίγριον Λέσβου στάδια φʹ· εἰς Τένεδον νῆσον στάδια υνʹ· εἰς Σίγειον στάδια ρʹ· ἐπὶ στόμα Πόντου στάδια βφʹ· ἐπὶ Κάραμβιν στάδια ͵βωʹ· ἐπὶ στόμα Μαιώτιδος στάδια βφʹ· ἐπὶ Τάναϊν στάδια ͵βσ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi