Kitap 1
2.18
τοιαῦτα μὲν εἴρηκεν. ἔστι δὲ τἆλλα μὲν εὖ λεγόμενα· ὅταν δʼ ἀνασκευάζῃ τὸν ἐξωκεανιζόμενον καὶ πρὸς ἀκριβῆ μέτρα τὸν τῶν ἡμερῶν πλοῦν ἀνάγῃ καὶ διαστήματα, ὑπερβολὴν οὐκ ἀπολείπει τῆς ἀνομολογίας. ἅμα μὲν γὰρ παρατίθησι τὰ τοῦ ποιητοῦ ἔπη ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν, ἅμα δʼ ἐπικρύπτεται· καὶ γὰρ ταῦτα τοῦ ποιητοῦ αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ὠκεανοῖο νηῦς, καὶ τὸ νήσῳ ἐν Ὠγυγίῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης, καὶ ὅτι ἐνταῦθα οἰκεῖ Ἄτλαντος θυγάτηρ, καὶ τὸ περὶ τῶν Φαιάκων οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ ἔσχατοι· οὐ δέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. ταῦτα γὰρ πάντα φανερῶς ἐν τῷ Ἀτλαντικῷ πελάγει πλαττόμενα δηλοῦται. ὁ δὲ ταῦτʼ ἐπικρυπτόμενος τὰ φανερῶς λεγόμενα ἀναιρεῖ. τοῦτο μὲν οὖν οὐκ εὖ· τὸ δὲ περὶ Σικελίαν καὶ Ἰταλίαν γεγονέναι τὴν πλάνην ὀρθῶς,post ὀρθῶς· καὶ ὑπὸ τοῦ ποιητοῦ βεβαιοῦται. ἐπεὶ τίς ἔπεισε ποιητὴς ἢ συγγραφεὺς Νεαπολίτας μὲν λέγειν μνῆμα Παρθενόπης τῆς Σειρῆνος, τοὺς δὲ ἐν Κύμῃ καὶ Δικαιαρχείᾳ καὶ Βεσβίῳ Πυριφλεγέθοντα καὶ Ἀχερουσίαν λίμνην καὶ νεκυομαντεῖον τὸ ἐν τῷ Ἀόρνῳ καὶ Βάιον καὶ Μισηνὸν τῶν Ὀδυσσέως ἑταίρων τινάς; οὕτω δὲ καὶ τὰ περὶ Σειρηνούσσας καὶ τὰ περὶ τὸν πορθμὸν καὶ Σκύλλαν καὶ Χάρυβδιν καὶ Αἰόλον· ἅπερ οὔτʼ ἀκριβῶς ἐξετάζειν δεῖ οὔτʼ ἄρριζα καὶ ἀνέστια ἐᾶν, ἀληθείας μηδὲν προσαπτόμενα μηδʼ ὠφελείας ἱστορικῆς.