Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 1

2.39 ὡς μὲν γὰρ ἅπαντες λέγουσιν, ὅτι ἐξ ἀρχῆς ὁ πλοῦς ἐπὶ Φᾶσιν ἔχει πιθανόν τι τοῦ Πελίου στείλαντος, καὶ ἡ ἐπάνοδος καὶ ἡ ἐν τῷ παράπλῳ νήσων ὁσηδὴ ἐπικράτεια καὶ νὴ Δία ἡ ἐπὶ πλέον γενηθεῖσα πλάνη, καθάπερ καὶ τῷ Ὀδυσσεῖ καὶ τῷ Μενελάῳ, ἐκ τῶν ἔτι νῦν δεικνυμένων καὶ πεπιστευμένων ἐστὶν ἐκ τῆς Ὁμήρου φωνῆς. ἥ τε γὰρ Αἶα δείκνυται περὶ Φᾶσιν πόλις, καὶ ὁ Αἰήτης πεπίστευται βασιλεῦσαι τῆς Κολχίδος, καὶ ἔστι τοῖς ἐκεῖ τοῦτʼ ἐπιχώριον τοὔνομα. ἥ τε Μήδεια φαρμακὶς ἱστορεῖται, καὶ ὁ πλοῦτος τῆς ἐκεῖ χώρας ἐκ τῶν χρυσείων καὶ ἀργυρείων καὶ σιδηρείων δικαίαν τινὰ ὑπαγορεύει πρόφασιν τῆς στρατείας, καθʼ ἣν καὶ Φρίξος πρότερον ἔστειλε τὸν πλοῦν τοῦτον· καὶ ἔστιν ὑπομνήματα τῆς ἀμφοῖν στρατείας τό τε Φρίξειον τὸ ἐν τοῖς μεθορίοις τῆς τε Κολχίδος καὶ τῆς Ἰβηρίας, καὶ τὰ Ἰασόνεια, ἃ πολλαχοῦ καὶ τῆς Ἀρμενίας καὶ τῆς Μηδίας καὶ τῶν πλησιοχώρων αὐταῖς τόπων δείκνυται. καὶ μὴν καὶ περὶ Σινώπην καὶ τὴν ταύτης παραλίαν καὶ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον μέχρι τῶν κατὰ τὴν Λῆμνον τόπων λέγεται πολλὰ τεκμήρια τῆς τε Ἰάσονος στρατείας καὶ τῆς Φρίξου· τῆς δʼ Ἰάσονος καὶ τῶν ἐπιδιωξάντων Κόλχων καὶ μέχρι τῆς Κρήτης καὶ τῆς Ἰταλίας καὶ τοῦ Ἀδρίου, ὧν ἔνια καὶ ὁ Καλλίμαχος ἐπισημαίνεται, τοτὲ μὲν Αἰγλήτην Ἀνάφην τε Λακωνίδι γείτονα Θήρῃ λέγων ἄρχμενος, ὡς ἥρωες ἀπʼ Αἰήταο Κυταίου αὖτις ἐς ἀρχαίην ἔπλεον Αἱμονίην, τοτὲ δὲ περὶ τῶν Κόλχων οἳ μὲν ἐπʼ Ἰλλυριοῖο πόρου σχάσσαντες ἐρετμὰ λᾶα πάρα ξανθῆς Ἁρμονίης τάφιον ἄστυρον ἐκτίσσαντο, τό κεν φυγάδων τις ἐνίσποι Γραικός, ἀτὰρ κείνων γλῶσσʼ ὀνόμηνε Πόλας. τινὲς δὲ καὶ τὸν Ἴστρον ἀναπλεῦσαί φασι μέχρι πολλοῦ τοὺς περὶ τὸν Ἰάσονα, οἱ δὲ καὶ μέχρι τοῦ Ἀδρίου· οἱ μὲν κατὰ ἄγνοιαν τῶν τόπων, οἱ δὲ καὶ ποταμὸν Ἴστρον ἐκ τοῦ μεγάλου Ἴστρου τὴν ἀρχὴν ἔχοντα ἐκβάλλειν εἰς τὸν Ἀδρίαν φασί· τάδε οὐκ * ἀπιθάνως οὐδʼ ἀπίστως λέγοντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi