Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 10

1.1 ἐπεὶ δὲ ἡ Εὔβοια παρὰ πᾶσαν τὴν παραλίαν ταύτην παραβέβληται τὴν ἀπὸ Σουνίου μέχρι Θετταλίας, πλὴν τῶν ἄκρων ἑκατέρωθεν, οἰκεῖον ἂν εἴη συνάψαι τοῖς εἰρημένοις τὰ περὶ τὴν νῆσον, εἶθʼ οὕτω μεταβῆναι πρός τε τὰ Αἰτωλικὰ καὶ τὰ Ἀκαρνανικά, ἅπερ λοιπά ἐστι τῶν τῆς Εὐρώπης μερῶν.
1.2 παραμήκης μὲν τοίνυν ἐστὶν ἡ νῆσος ἐπὶ χιλίους σχεδόν τι καὶ διακοσίους σταδίους ἀπὸ Κηναίου πρὸς Γεραιστόν, τὸ δὲ πλάτος ἀνώμαλος, κατὰ δὲ τὸ πλέον ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίων. τὸ μὲν οὖν Κήναιον ἔστι κατὰ Θερμοπύλας καὶ τὰ ἔξω Θερμοπυλῶν ἐπʼ ὀλίγον, Γεραιστὸς δὲ καὶ Πεταλία πρὸς Σουνίῳ. γίνεται οὖν ἀντίπορθμος τῇ τε Ἀττικῇ καὶ Βοιωτίᾳ καὶ Λοκρίδι καὶ τοῖς Μαλιεῦσι. διὰ δὲ τὴν στενότητα καὶ τὸ λεχθὲν μῆκος ὑπὸ τῶν παλαιῶν Μάκρις ὠνομάσθη. συνάπτει δὲ τῇ ἠπείρῳ κατὰ Χαλκίδα μάλιστα, κυρτὴ προπίπτουσα πρὸς τοὺς κατὰ τὴν Αὐλίδα τόπους τῆς Βοιωτίας καὶ ποιοῦσα τὸν Εὔριπον, περὶ οὗ διὰ πλειόνων εἰρήκαμεν, σχεδὸν δέ τι καὶ περὶ τῶν ἀντιπόρθμων ἀλλήλοις τόπων κατά τε τὴν ἤπειρον καὶ κατὰ τὴν νῆσον ἐφʼ ἑκάτερα τοῦ Εὐρίπου, τά τε ἐντὸς καὶ τὰ ἐκτός. εἰ δέ τι ἐλλέλειπται, νῦν προσδιασαφήσομεν. καὶ πρῶτον, ὅτι τῆς Εὐβοίας τὰ Κοῖλα λέγουσι τὰ μεταξὺ Αὐλίδος καὶ τῶν περὶ Γεραιστὸν τόπων· κολποῦται γὰρ ἡ παραλία, πλησιάζουσα δὲ τῇ Χαλκίδι κυρτοῦται πάλιν πρὸς τὴν ἤπειρον.
1 / 63 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi