Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 11

2.19 τῶν δὲ συνερχομένων ἐθνῶν εἰς τὴν Διοσκουριάδα καὶ οἱ Φθειροφάγοι εἰσίν, ἀπὸ τοῦ αὐχμοῦ καὶ τοῦ πίνου λαβόντες τοὔνομα. πλησίον δὲ καὶ οἱ Σοάνες, οὐδὲν βελτίους τούτων τῷ πίνῳ δυνάμει δὲ βελτίους, σχεδὸν δέ τι καὶ κράτιστοι κατὰ ἀλκὴν καὶ δύναμιν· δυναστεύουσι γοῦν τῶν κύκλῳ τὰ ἄκρα τοῦ Καυκάσου κατέχοντες τὰ ὑπὲρ τῆς Διοσκουριάδος· βασιλέα δʼ ἔχουσι καὶ συνέδριον ἀνδρῶν τριακοσίων, συνάγουσι δʼ ὥς φασι στρατιὰν καὶ εἴκοσι μυριάδων· ἅπαν γάρ ἐστι τὸ πλῆθος μάχιμον, οὐ συντεταγμένον δέ. παρὰ τούτοις δὲ λέγεται καὶ χρυσὸν καταφέρειν τοὺς χειμάρρους, ὑποδέχεσθαι δʼ αὐτὸν τοὺς βαρβάρους φάτναις κατατετρημέναις καὶ μαλλωταῖς δοραῖς· ἀφʼ οὗ δὴ μεμυθεῦσθαι καὶ τὸ χρυσόμαλλον δέρος· εἰ μὴ καὶ Ἴβηρας ὁμωνύμως τοῖς ἑσπερίοις καλοῦσιν ἀπὸ τῶν ἑκατέρωθι χρυσείων. χρῶνται δʼ οἱ Σοάνες φαρμάκοις πρὸς τὰς ἀκίδας θαυμαστοῖς καὶ τοὺς ἀφαρμάκτοις τετρωμένους βέλεσι λυπεῖ κατὰ τὴν ὀσμήν. τὰ μὲν οὖν ἄλλα ἔθνη τὰ πλησίον τὰ περὶ τὸν Καύκασον λυπρὰ καὶ μικρόχωρα, τὸ δὲ τῶν Ἀλβανῶν ἔθνος καὶ τὸ τῶν Ἰβήρων, ἃ δὴ πληροῖ μάλιστα τὸν λεχθέντα ἰσθμόν, Καυκάσια μὲν καὶ αὐτὰ λέγοιτʼ ἄν, εὐδαίμονα δὲ χώραν ἔχει καὶ σφόδρα καλῶς οἰκεῖσθαι δυναμένην.
3.1 καὶ δὴ ἥ γε Ἰβηρία κατοικεῖται καλῶς τὸ πλέον πόλεσί τε καὶ ἐποικίοις, ὥστε καὶ κεραμωτὰς εἶναι στέγας καὶ ἀρχιτεκτονικὴν τὴν τῶν οἰκήσεων κατασκευὴν καὶ ἀγορὰς καὶ τἆλλα κοινά.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi