Kitap 11
11.8
ἐπιμνηστέον δὲ καὶ τῶν παραδόξων ἐνίων ἃ θρυλοῦσι περὶ τῶν τελέως βαρβάρων, οἷον τῶν περὶ τὸν Καύκασον καὶ τὴν ἄλλην ὀρεινήν. τοῖς μὲν γὰρ νόμιμον εἶναί φασι τὸ τοῦ Εὐριπίδου τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά, τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων.Eur. Cresphontes 449 (Nauck)ἑτέροις δὲ μηδένα ἀποκτείνειν τῶν ἐξαμαρτόντων τὰ μέγιστα, ἀλλʼ ἐξορίζειν μόνον μετὰ τῶν τέκνων, ὑπεναντίως τοῖς Δέρβιξι· καὶ γὰρ ἐπὶ μικροῖς οὗτοι σφάττουσι. σέβονται δὲ γῆν οἱ Δέρβικες· θύουσι δʼ οὐδὲν θῆλυ οὐδὲ ἐσθίουσι· τοὺς δὲ ὑπὲρ ἑβδομήκοντα ἔτη γεγονότας σφάττουσιν, ἀναλίσκουσι δὲ τὰς σάρκας οἱ ἄγχιστα γένους· τὰς δὲ γραίας ἀπάγχουσιν, εἶτα θάπτουσι· τοὺς δὲ ἐντὸς ἑβδομήκοντα ἐτῶν ἀποθανόντας οὐκ ἐσθίουσιν ἀλλὰ θάπτουσι. Σίγιννοι δὲ τἆλλα μὲν περσίζουσιν, ἱππαρίοις δὲ χρῶνται μικροῖς δασέσιν, ἅπερ ἱππότην ὀχεῖν μὲν οὐ δύναται, τέθριππα δὲ ζευγνύουσιν· ἡνιοχοῦσι δὲ γυναῖκες ἐκ παίδων ἠσκημέναι, ἡ δʼ ἄριστα ἡνιοχοῦσα συνοικεῖ ᾧ βούλεται· τινὰς δʼ ἐπιτηδεύειν φασὶν ὅπως ὡς μακροκεφαλώτατοι φανοῦνται καὶ προπεπτωκότες τοῖς μετώποις ὥσθʼ ὑπερκύπτειν τῶν γενείων. Ταπύρων δʼ ἔστι καὶ τὸ τοὺς μὲν ἄνδρας μελανειμονεῖν καὶ μακροκομεῖν, τὰς δὲ γυναῖκας λευχειμονεῖν καὶ βραχυκομεῖνpost βραχυκομεῖν· οἰκοῦσι δὲ μεταξὺ Δερβίκων καὶ Ὑρκανῶν. καὶ ὁ ἀνδρειότατος κριθεὶς γαμεῖ ἣν βούλεται. Κάσπιοι δὲ τοὺς ὑπὲρ ἑβδομήκοντα ἔτη λιμοκτονήσαντες εἰς τὴν ἐρημίαν ἐκτιθέασιν, ἄπωθεν δὲ σκοπεύοντες ἐὰν μὲν ὑπʼ ὀρνίθων κατασπωμένους ἀπὸ τῆς κλίνης ἴδωσιν, εὐδαιμονίζουσιν, ἐὰν δὲ ὑπὸ θηρίων ἢ κυνῶν, ἧττον, ἐὰν δʼ ὑπὸ μηδενός, κακοδαιμονίζουσι.