Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 11

13.11 καὶ τοῦτο δὲ Μηδικὸν τὸ βασιλέα αἱρεῖσθαι τὸν ἀνδρειότατον, ἀλλʼ οὐ πᾶσιν ἀλλὰ τοῖς ὀρείοις· μᾶλλον δὲ τὸ τοῖς βασιλεῦσιν πολλὰς εἶναι γυναῖκας· τοῖς δʼ ὀρείοις τῶν Μήδων καὶ πᾶσιν ἔθος τοῦτο, ἐλάττους δὲ τῶν πέντε οὐκ ἔξεστιν· ὡς δʼ αὕτως τὰς γυναῖκάς φασιν ἐν καλῷ τίθεσθαι ὅτι πλείστους νέμειν ἄνδρας, τῶν πέντε δὲ ἐλάττους συμφορὰν ἡγεῖσθαι. τῆς δʼ ἄλλης Μηδίας εὐδαιμονούσης τελέως λυπρά ἐστιν ἡ προσάρκτιος ὀρεινή· σιτοῦνται γοῦν ἀπὸ ἀκροδρύων, ἔκ τε μήλων ξηρῶν κοπέντων ποιοῦνται μάζας, ἀπὸ δʼ ἀμυγδάλων φωχθέντων ἄρτους, ἐκ δὲ ῥιζῶν τινων οἶνον ἐκθλίβουσι, κρέασι δὲ χρῶνται θηρείοις, ἥμερα δὲ οὐ τρέφουσι θρέμματα. τοσαῦτα καὶ περὶ Μήδων φαμέν· περὶ δὲ τῶν νομίμων κοινῇ τῆς συμπάσης Μηδίας, ἐπειδὴ ταὐτὰ τοῖς Περσικοῖς γεγένηται διὰ τὴν τῶν Περσῶν ἐπικράτειαν, ἐν τῷ περὶ ἐκείνων λόγῳ φήσομεν.
14.1 τῆς δʼ Ἀρμενίας τὰ μὲν νότια προβέβληται τὸν Ταῦρον, διείργοντα αὐτὴν ἀφʼ ὅλης τῆς μεταξὺ Εὐφράτου καὶ τοῦ Τίγριος, ἣν Μεσοποταμίαν καλοῦσι, τὰ δὲ ἑωθινὰ τῇ Μηδίᾳ συνάπτει τῇ μεγάλῃ καὶ τῇ Ἀτροπατηνῇ· προσάρκτια δέ ἐστι τὰ ὑπερκείμενα τῆς Κασπίας θαλάττης ὄρη τὰ τοῦ Παραχοάθρα καὶ Ἀλβανοὶ καὶ Ἴβηρες καὶ ὁ Καύκασος ἐγκυκλούμενος τὰ ἔθνη ταῦτα καὶ συνάπτων τοῖς Ἀρμενίοις, συνάπτων δὲ καὶ τοῖς Μοσχικοῖς ὄρεσι καὶ Κολχικοῖς μέχρι τῶν καλουμένων Τιβαρανῶν· ἀπὸ δὲ τῆς ἑσπέρας ταῦτά ἐστι τὰ ἔθνη καὶ ὁ Παρυάδρης καὶ ὁ Σκυδίσης μέχρι τῆς μικρᾶς Ἀρμενίας καὶ τῆς τοῦ Εὐφράτου ποταμίας, ἣ διείργει τὴν Ἀρμενίαν ἀπὸ τῆς Καππαδοκίας καὶ τῆς Κομμαγηνῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi