Kitap 12
1.3
ἔστι δʼ ὥσπερ χερρονήσου μεγάλης ἰσθμὸς οὗτος, σφιγγόμενος θαλάτταις δυσὶ τῇ τε τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς τραχείας Κιλικίας καὶ τῇ τοῦ Εὐξείνου μεταξὺ Σινώπης τε καὶ τῆς τῶν Τιβαρηνῶν παραλίας· ἐντὸς δὲ τοῦ ἰσθμοῦ λέγομεν χερρόνησον τὴν προσεσπέριον τοῖς Καππάδοξιν ἅπασαν, ἣν Ἡρόδοτος μὲν ἐντὸς Ἅλυος καλεῖ· αὕτη γὰρ ἔστιν ἧς ἦρξεν ἁπάσης Κροῖσος· λέγει δʼ αὐτὸν ἐκεῖνος τύραννον ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ. οἱ δὲ νῦν τὴν ἐντὸς τοῦ Ταύρου καλοῦσιν Ἀσίαν, ὁμωνύμως τῇ ὅλῃ ἠπείρῳ ταύτην Ἀσίαν προσαγορεύοντες. περιέχεται δʼ ἐν αὐτῇ πρῶτα μὲν ἔθνη τὰ ἀπὸ τῆς ἀνατολῆς Παφλαγόνες τε καὶ Φρύγες καὶ Λυκάονες, ἔπειτα Βιθυνοὶ καὶ Μυσοὶ καὶ ἡ Ἐπίκτητος, ἔτι δὲ Τρῳὰς καὶ Ἑλλησποντία, μετὰ δὲ τούτους ἐπὶ θαλάττῃ μὲν Ἑλλήνων οἵ τε Αἰολεῖς καὶ Ἴωνες τῶν δʼ ἄλλων Κᾶρές τε καὶ Λύκιοι, ἐν δὲ τῇ μεσογαίᾳ Λυδοί.
1.4
περὶ μὲν οὖν τῶν ἄλλων ἐροῦμεν ὕστερον. τὴν δὲ Καππαδοκίαν εἰς δύο σατραπείας μερισθεῖσαν ὑπὸ τῶν Περσῶν παραλαβόντες Μακεδόνες περιεῖδον τὰ μὲν ἑκόντες τὰ δʼ ἄκοντες εἰς βασιλείας ἀντὶ σατραπειῶν περιστᾶσαν· ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ὠνόμασαν καὶ πρὸς τῷ Ταύρῳ καὶ νὴ Δία μεγάλην Καππαδοκίαν, τὴν δὲ Πόντον, οἱ δὲ τὴν πρὸς τῷ Πόντῳ Καππαδοκίαν. τῆς δὲ μεγάλης Καππαδοκίας νῦν μὲν οὐκ ἴσμεν πω τὴν διάταξιν· τελευτήσαντος γὰρ τὸν βίον Ἀρχελάου τοῦ βασιλεύσαντος, ἔγνω Καῖσάρ τε καὶ ἡ σύγκλητος ἐπαρχίαν εἶναι Ῥωμαίων αὐτήν. ἐπʼ ἐκείνου δὲ καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εἰς δέκα στρατηγίας διῃρημένης τῆς χώρας, πέντε μὲν ἐξητάζοντο αἱ πρὸς τῷ Ταύρῳ, Μελιτηνὴ Καταονία Κιλικία Τυανῖτις Γαρσαυρῖτις, πέντε δὲ λοιπαὶ Λαουιανσηνὴ Σαργαραυσηνὴ Σαραουηνὴ Χαμανηνὴ Μοριμηνή. προσεγένετο δʼ ὕστερον παρὰ Ῥωμαίων ἐκ τῆς Κιλικίας τοῖς πρὸ Ἀρχελάου καὶ ἑνδεκάτη στρατηγία, ἡ περὶ Καστάβαλά τε καὶ Κύβιστρα μέχρι τῆς Ἀντιπάτρου τοῦ λῃστοῦ Δέρβης, τῷ δὲ Ἀρχελάῳ καὶ ἡ τραχεῖα περὶ Ἐλαιοῦσσαν Κιλικία καὶ πᾶσα ἡ τὰ πειρατήρια συστησαμένη.