Kitap 12
3.39
ἡ δʼ ἡμετέρα πόλις κεῖται μὲν ἐν φάραγγι βαθείᾳ καὶ μεγάλῃ, διʼ ἧς ὁ Ἶρις φέρεται ποταμός, κατεσκεύασται δὲ θαυμαστῶς προνοίᾳ τε καὶ φύσει, πόλεως τε ἅμα καὶ φρουρίου παρέχεσθαι χρείαν δυναμένη· πέτρα γὰρ ὑψηλὴ καὶ περίκρημνος κατερρωγυῖα ἐπὶ τὸν ποταμόν, τῇ μὲν ἔχουσα τὸ τεῖχος ἐπὶ τῷ χείλει τοῦ ποταμοῦ καθʼ ὃ ἡ πόλις συνῴκισται, τῇ δʼ ἀνατρέχον ἑκατέρωθεν ἐπὶ τὰς κορυφάς· δύο δʼ εἰσὶ συμφυεῖς ἀλλήλαις πεπυργωμέναι παγκάλως· ἐν δὲ τῷ περιβόλῳ τούτῳ βασίλειά τʼ ἐστὶ καὶ μνήματα βασιλέων· αἱ κορυφαὶ δʼ ἔχουσιν αὐχένα παντάπασι στενόν, πέντε ἢ ἓξ σταδίων ἑκατέρωθεν τὸ ὕψος ἀπὸ τῆς ποταμίας ἀναβαίνοντι καὶ τῶν προαστείων· ἀπὸ δὲ τοῦ αὐχένος ἐπὶ τὰς κορυφὰς ἄλλη σταδιαία λείπεται πρόσβασις ὀξεῖα καὶ πάσης βίας κρείττων· ἔχει δὲ καὶ ὑδρεῖα ἐντὸς ἀναφαίρετα, συρίγγων τετμημένων δυεῖν, τῆς μὲν ἐπὶ τὸν ποταμὸν τῆς δʼ ἐπὶ τὸν αὐχένα· ἐπέζευκται δὲ γέφυρα τῷ ποταμῷ μία μὲν ἀπὸ τῆς πόλεως ἐπὶ τὸ προάστειον, ἄλλη δʼ ἀπὸ τοῦ προαστείου πρὸς τὴν ἔξω χώραν· κατὰ γὰρ τὴν γέφυραν ταύτην ἀπολήγει τὸ ὄρος τὸ τῆς πέτρας ὑπερκείμενον. αὐλὼν δʼ ἐστὶν ἀπὸ τοῦ ποταμοῦ διήκων οὐ πλατὺς τὸ πρῶτον τελέως, ἔπειτα πλατύνεται καὶ ποιεῖ τὸ Χιλιόκωμον καλούμενον πεδίον· εἶθʼ ἡ Διακοπηνὴ καὶ ἡ Πιμωλισηνὴ χώρα πᾶσα εὐδαίμων μέχρι τοῦ Ἅλυος. ταῦτα μὲν τὰ ἀρκτικὰ μέρη τῆς τῶν Ἀμασέων χώρας, μῆκος ὅσον πεντακοσίων σταδίων· ἔπειθʼ ἑξῆς ἡ λοιπὴ πολὺ ταύτης ἐπιμηκεστέρα μέχρι τοῦ Βαβανόμου καὶ τῆς Ξιμήνης, ἥπερ καὶ αὐτὴ καθήκει μέχρι πρὸς τὸν Ἅλυν· τοῦτο μὲν δὴ τὸ μῆκος, πλάτος δὲ τὸ ἀπὸ τῶν ἄρκτων πρὸς νότον ἐπί τε τὴν Ζηλῖτιν καὶ τὴν μεγάλην Καππαδοκίαν μέχρι τῶν Τροκμῶν. εἰσὶ δʼ ἐν τῇ Ξιμήνῃ ἅλαι ὀρυκτῶν ἁλῶν, ἀφʼ ὧν εἰκάζουσιν εἰρῆσθαι Ἅλυν τὸν ποταμόν. ἔστι δὲ καὶ ἐρύματα πλείω κατεσκαμμένα ἐν τῇ ἡμετέρᾳ χώρᾳ καὶ ἔρημος γῆ πολλὴ διὰ τὸν Μιθριδατικὸν πόλεμον. ἔστι μέντοι πᾶσα μὲν εὔδενδρος, ἡ δʼ ἱππόβοτος καὶ τοῖς ἄλλοις θρέμμασι πρόσφορος· ἅπασα δʼ οἰκήσιμος καλῶς. ἐδόθη δὲ καὶ ἡ Ἀμάσεια βασιλεῦσι, νῦν δʼ ἐπαρχία ἐστί.