Kitap 12
8.10
ὁ μὲν δὴ Ὄλυμπος τοιόσδε, περιοικεῖται δὲ πρὸς ἄρκτον μὲν ὑπὸ τῶν Βιθυνῶν καὶ Μυγδόνων καὶ Δολιόνων, τὸ δὲ λοιπὸν ἔχουσι Μυσοὶ καὶ Ἐπίκτητοι. Δολίονας μὲν οὖν μάλιστα καλοῦσι τοὺς περὶ Κύζικον ἀπὸ Αἰσήπου ἕως Ῥυνδάκου καὶ τῆς Δασκυλίτιδος λίμνης, Μυγδόνας δὲ τοὺς ἐφεξῆς τούτοις μέχρι τῆς Μυρλειανῶν χώρας· ὑπέρκεινται δὲ τῆς Δασκυλίτιδος ἄλλαι δύο λίμναι μεγάλαι ἥ τε Ἀπολλωνιᾶτις ἥ τε Μιλητοπολῖτις· πρὸς μὲν οὖν τῇ Δασκυλίτιδι Δασκύλιον πόλις, πρὸς δὲ τῇ Μιλητοπολίτιδι Μιλητούπολις, πρὸς δὲ τῇ τρίτῃ Ἀπολλωνία ἡ ἐπὶ Ῥυνδάκῳ λεγομένη· τὰ πλεῖστα δὲ τούτων ἐστὶ Κυζικηνῶν νυνί.