Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 13

1.1 μέχρι μὲν δεῦρο ἀφωρίσθω τὰ περὶ τῆς Φρυγίας ἐπανιόντες δὲ πάλιν ἐπὶ τὴν Προποντίδα καὶ τὴν ἐφεξῆς τῷ Αἰσήπῳ παραλίαν τὴν αὐτὴν τῆς περιοδείας τάξιν ἀποδώσομεν. ἔστι δὲ Τρῳὰς πρώτη τῆς παραλίας ταύτης, ἧς τὸ πολυθρύλητον καίπερ ἐν ἐρειπίοις καὶ ἐν ἐρημίᾳ λειπομένης ὅμως πολυλογίαν οὐ τὴν τυχοῦσαν παρέχει τῇ γραφῇ. πρὸς τοῦτο δὲ συγγνώμης δεῖ καὶ παρακλήσεως, ὅπως τὴν αἰτίαν τοῦ μήκους μὴ ἡμῖν μᾶλλον ἀνάπτωσιν οἱ ἐντυγχάνοντες ἢ τοῖς σφόδρα ποθοῦσι τὴν τῶν ἐνδόξων καὶ παλαιῶν γνῶσιν· προσλαμβάνει δὲ τῷ μήκει καὶ τὸ πλῆθος τῶν ἐποικησάντων τὴν χώραν Ἑλλήνων τε καὶ βαρβάρων, καὶ οἱ συγγραφεῖς οὐχὶ τὰ αὐτὰ γράφοντες περὶ τῶν αὐτῶν οὐδὲ σαφῶς πάντα· ὧν ἐν τοῖς πρώτοις ἐστὶν Ὅμηρος εἰκάζειν περὶ τῶν πλείστων παρέχων. δεῖ δὲ καὶ τὰ τούτου διαιτᾶν καὶ τὰ τῶν ἄλλων ὑπογράψαντας πρότερον ἐν κεφαλαίῳ τὴν τῶν τόπων φύσιν.
1.2 ἀπὸ δὴ τῆς Κυζικηνῆς καὶ τῶν περὶ Αἴσηπον τόπων καὶ Γράνικον μέχρι Ἀβύδου καὶ Σηστοῦ τὴν τῆς Προποντίδος παραλίαν εἶναι συμβαίνει, ἀπὸ δὲ Ἀβύδου μέχρι Λεκτοῦ τὰ περὶ Ἴλιον καὶ Τένεδον καὶ Ἀλεξάνδρειαν τὴν Τρῳάδα· πάντων δὴ τούτων ὑπέρκειται ἡ Ἴδη τὸ ὄρος μέχρι Λεκτοῦ καθήκουσα· ἀπὸ Λεκτοῦ δὲ μέχρι Καΐκου ποταμοῦ καὶ τῶν Κανῶν λεγομένων ἔστι τὰ περὶ Ἄσσον καὶ Ἀδραμύττιον καὶ Ἀταρνέα καὶ Πιτάνην καὶ τὸν Ἐλαϊτικὸν κόλπον· οἷς πᾶσιν ἀντιπαρήκει ἡ τῶν Λεσβίων νῆσος· εἶθʼ ἑξῆς τὰ περὶ Κύμην μέχρι Ἕρμου καὶ Φωκαίας, ἥπερ ἀρχὴ μὲν τῆς Ἰωνίας ἐστὶ πέρας δὲ τῆς Αἰολίδος. τοιούτων δὲ τῶν τόπων ὄντων ὁ μὲν ποιητὴς ἀπὸ τῶν περὶ Αἴσηπον τόπων καὶ τῶν περὶ τὴν νῦν Κυζικηνὴν χώραν ὑπαγορεύει μάλιστα τοὺς Τρῶας ἄρξαι μέχρι τοῦ Καΐκου ποταμοῦ διῃρημένους κατὰ δυναστείας εἰς ὀκτὼ μερίδας ἢ καὶ ἐννέα· τὸ δὲ τῶν ἄλλων ἐπικούρων πλῆθος ἐν τοῖς συμμάχοις διαριθμεῖται.
1 / 68 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi