Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 13

1.23 ὑπέρκειται δὲ τῆς τῶν Ἀβυδηνῶν χώρας ἐν τῇ Τρῳάδι τὰ Ἄστυρα, ἃ νῦν μὲν Ἀβυδηνῶν ἔστι, κατεσκαμμένη πόλις, πρότερον δὲ ἦν καθʼ αὑτά, χρυσεῖα ἔχοντα ἃ νῦν σπάνιά ἐστιν, ἐξαναλωμένα, καθάπερ τὰ ἐν τῷ Τμώλῳ τὰ περὶ τὸν Πακτωλόν. ἀπὸ Ἀβύδου δʼ ἐπὶ Αἴσηπον περὶ ἑπτακοσίους φασὶ σταδίους, εὐθυπλοίᾳ δὲ ἐλάττους.
1.24 ἔξω δὲ Ἀβύδου τὰ περὶ τὸ Ἴλιον ἔστι, τά τε παράλια ἕως Λεκτοῦ καὶ τὰ ἐν τῷ Τρωικῷ πεδίῳ καὶ τὰ παρώρεια τῆς Ἴδης τὰ ὑπὸ τῷ Αἰνείᾳ. διττῶς δὲ ταῦτʼ ὀνομάζει ὁ ποιητής, τοτὲ μὲν οὕτω λέγων Δαρδανίων αὖτʼ ἦρχεν ἐὺς πάις Ἀγχίσαο,Hom. Il. 2.819 Δαρδανίους καλῶν, τοτὲ δὲ Δαρδάνους Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί.Hom. Il. 8.173 εἰκὸς δʼ ἐνταῦθα ἱδρῦσθαι τὸ παλαιὸν τὴν λεγομένην ὑπὸ τοῦ ποιητοῦ Δαρδανίαν Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, κτίσσε δὲ Δαρδανίην.Hom. Il. 20.215 νῦν μὲν γὰρ οὐδʼ ἴχνος πόλεως σώζεται αὐτόθι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi