Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 13

1.39 Τίμαιον δὲ ψεύσασθαί φησιν ὁ Δημήτριος ἱστοροῦντα ἐκ τῶν λίθων τῶν ἐξ Ἰλίου Περίανδρον ἐπιτειχίσαι τὸ Ἀχίλλειον τοῖς Ἀθηναίοις, βοηθοῦντα τοῖς περὶ Πιττακόν· ἐπιτειχισθῆναι μὲν γὰρ ὑπὸ τῶν Μιτυληναίων τὸν τόπον τοῦτον τῷ Σιγείῳ, οὐ μὴν ἐκ λίθων τοιούτων οὐδʼ ὑπὸ τοῦ Περιάνδρου. πῶς γὰρ ἂν αἱρεθῆναι διαιτητὴν τὸν προσπολεμοῦντα; Ἀχίλλειον δʼ ἔστιν ὁ τόπος ἐν ᾧ τὸ Ἀχιλλέως μνῆμα, κατοικία μικρά. κατέσκαπται δὲ καὶ τὸ Σίγειον ὑπὸ τῶν Ἰλιέων ἀπειθοῦν· ὑπʼ ἐκείνοις γὰρ ἦν ὕστερον ἡ παραλία πᾶσα ἡ μέχρι Δαρδάνου, καὶ νῦν ὑπʼ ἐκείνοις ἐστί. τὸ δὲ παλαιὸν ὑπὸ τοῖς Αἰολεῦσιν ἦν τὰ πλεῖστα, ὥστε Ἔφορος οὐκ ὀκνεῖ πᾶσαν τὴν ἀπὸ Ἀβύδου μέχρι Κύμης καλεῖν Αἰολίδα. Θουκυδίδης δέ φησιν ἀφαιρεθῆναι τὴν Τροίαν ὑπὸ Ἀθηναίων τοὺς Μιτυληναίους ἐν τῷ Πελοποννησιακῷ πολέμῳ τῷ Παχητείῳ.
1.40 λέγουσι δʼ οἱ νῦν Ἰλιεῖς καὶ τοῦτο ὡς οὐδὲ τελέως ἠφανίσθαι συνέβαινεν τὴν πόλιν κατὰ τὴν ἅλωσιν ὑπὸ τῶν Ἀχαιῶν, οὐδʼ ἐξελείφθη οὐδέποτε. αἱ γοῦν Λοκρίδες παρθένοι μικρὸν ὕστερον ἀρξάμεναι ἐπέμποντο κατʼ ἔτος· καὶ ταῦτα δʼ οὐχ Ὁμηρικά· οὐδὲ γὰρ τῆς Κασάνδρας φθορὰν οἶδεν Ὅμηρος, ἀλλʼ ὅτι μὲν παρθένος ἦν ὑπʼ ἐκεῖνον τὸν χρόνον λέγει πέφνε γὰρ Ὀθρυονῆα, Καβησόθεν ἔνδον ἐόντα, ὅς ῥα νέον πτολέμοιο μετὰ κλέος εἰληλούθει. ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην, Κασσάνδρην, ἀνάεδνον.Hom. Il. 13.363 βίας δὲ οὐδὲ μέμνηται, οὐδʼ ὅτι ἡ φθορὰ τοῦ Αἴαντος ἐν τῇ ναυαγίᾳ κατὰ μῆνιν Ἀθηνᾶς συνέβη ἢ κατὰ τοιαύτην αἰτίαν, ἀλλʼ ἀπεχθανόμενον μὲν τῇ Ἀθηνᾷ κατὰ τὸ κοινὸν εἴρηκεν (ἁπάντων γὰρ εἰς τὸ ἱερὸν ἀσεβησάντων ἅπασιν ἐμήνιεν), ἀπολέσθαι δὲ ὑπὸ Ποσειδῶνος μεγαλορρημονήσαντα· τὰς δὲ Λοκρίδας πεμφθῆναι Περσῶν ἤδη κρατούντων συνέβη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi