Kitap 13
1.45
τοῦ δʼ αὐλῶνος τοῦ περὶ τὸν Αἴσηπον ἐν ἀριστερᾷ τῆς ῥύσεως αὐτοῦ πρῶτον ἔστι Πολίχνα τειχῆρες χωρίον, εἶθʼ ἡ Παλαίσκηψις, εἶτʼ Ἀλαζόνιον. τοῦτʼ ἤδη πεπλασμένον πρὸς τὴν τῶν Ἁλιζώνων ὑπόθεσιν, περὶ ὧν εἰρήκαμεν. εἶτα Κάρησος ἐρήμη καὶ ἡ Καρησηνὴ καὶ ὁμώνυμος ποταμός, ποιῶν καὶ αὐτὸς αὐλῶνα ἀξιόλογον, ἐλάττω δὲ τοῦ περὶ τὸν Αἴσηπον. τὰ δʼ ἑξῆς ἤδη τὰ τῆς Ζελείας ἐστὶ πεδία καὶ ὀροπέδια καλῶς γεωργούμενα· ἐν δεξιᾷ δὲ τοῦ Αἰσήπου μεταξὺ Πολίχνας τε καὶ Παλαισκήψεως ἡ Νέα κώμη καὶ Ἀργυρία. καὶ τοῦτο πάλιν πλάσμαpost πλάσμα· τὰ ἀργυρια πρὸς τὴν αὐτὴν ὑπόθεσιν, ὅπως σωθείη τὸ ὅθεν ἀργύρου ἐστὶ γενέθλη.Hom. Il. 2.857 ἡ οὖν Ἀλύβη ποῦ ἢ Ἀλόπη ἢ ὅπως βούλονται παρονομάζειν; ἐχρῆν γὰρ καὶ τοῦτο πλάσαι παρατριψαμένους τὸ μέτωπον, καὶ μὴ χωλὸν ἐᾶν καὶ ἕτοιμον πρὸς ἔλεγχον ἅπαξ ἤδη ἀποτετολμηκότας. ταῦτα μὲν οὖν ἔνστασιν ἔχει τοιαύτην, τἆλλα δὲ ὑπολαμβάνομεν, ἢ τά γε πλεῖστα, δεῖν προσέχειν ὡς ἀνδρὶ ἐμπείρῳ καὶ ἐντοπίῳ, φροντίσαντί τε τοσοῦτον περὶ τούτων ὥστε τριάκοντα βίβλους συγγράψαι στίχων ἐξήγησιν μικρῷ πλειόνων ἑξήκοντα, τοῦ καταλόγου τῶν Τρώων. φησὶ δʼ οὖν τὴν Παλαίσκηψιν τῆς μὲν Νέας διέχειν πεντήκοντα σταδίους, τοῦ δὲ ποταμοῦ τοῦ Αἰσήπου τριάκοντα· ἀπὸ δὲ τῆς Παλαισκήψεως ταύτης διατεῖναι τὴν ὁμωνυμίαν καὶ εἰς ἄλλους πλείους τόπους. ἐπάνιμεν δὲ ἐπὶ τὴν παραλίαν ὅθενπερ ἀπελίπομεν.
1.46
ἔστι δὴ μετὰ τὴν Σιγειάδα ἄκραν καὶ τὸ Ἀχίλλειον ἡ Τενεδίων περαία τὸ Ἀχαίιον καὶ αὐτὴ ἡ Τένεδος, οὐ πλείους τῶν τετταράκοντα σταδίων διέχουσα τῆς ἠπείρου· ἔχει δὲ τὴν περίμετρον ὅσον ὀγδοήκοντα σταδίων καὶ πόλιν Αἰολίδα καὶ λιμένας δύο καὶ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος, καθάπερ καὶ ὁ ποιητὴς μαρτυρεῖ Τενέδοιό τε ἶφι ἀνάσσεις, Σμινθεῦ.Hom. Il. 1.38 περίκειται δʼ αὐτῇ νησία πλείω, καὶ δὴ καὶ δύο ἃ καλοῦσι Καλύδνας, κειμένας κατὰ τὸν ἐπὶ Λεκτὸν πλοῦν· καὶ αὐτὴν δὲ τὴν Τένεδον Κάλυδναν τινὲς εἶπον, ἄλλοι δὲ Λεύκοφρυν. μυθεύουσι δʼ ἐν αὐτῇ τὰ περὶ τὸν Τέννη ἀφʼ οὗ καὶ τοὔνομα τῇ νήσῳ, καὶ τὰ περὶ τὸν Κύκνον, Θρᾷκα τὸ γένος, πατέρα δʼ, ὥς τινες, τοῦ Τέννου, βασιλέα δὲ Κολωνῶν.