Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 13

1.55 ἐκ δὲ τῆς Σκήψεως καὶ ὁ Δημήτριος ἔστιν οὗ μεμνήμεθα πολλάκις, ὁ τὸν Τρωικὸν διάκοσμον ἐξηγησάμενος γραμματικός, κατὰ τὸν αὐτὸν χρόνον γεγονὼς Κράτητι καὶ Ἀριστάρχῳ· καὶ μετὰ τοῦτον Μητρόδωρος, ἀνὴρ ἐκ τοῦ φιλοσόφου μεταβεβληκὼς ἐπὶ τὸν πολιτικὸν βίον καὶ ῥητορεύων τὸ πλέον ἐν τοῖς συγγράμμασιν· ἐχρήσατο δὲ φράσεώς τινι χαρακτῆρι καινῷ καὶ κατεπλήξατο πολλούς· διὰ δὲ τὴν δόξαν ἐν Χαλκηδόνι γάμου λαμπροῦ πένης ὢν ἔτυχε καὶ ἐχρημάτιζε Χαλκηδόνιος· Μιθριδάτην δὲ θεραπεύσας τὸν Εὐπάτορα συναπῆρεν εἰς τὸν Πόντον ἐκείνῳ μετὰ τῆς γυναικὸς καὶ ἐτιμήθη διαφερόντως, ταχθεὶς ἐπὶ τῆς δικαιοδοσίας, ἀφʼ ἧς οὐκ ἦν τῷ κριθέντι ἀναβολὴ τῆς δίκης ἐπὶ τὸν βασιλέα. οὐ μέντοι διηυτύχησεν, ἀλλʼ ἐμπεσὼν εἰς ἔχθραν ἀδικωτέρων ἀνθρώπων ἀπέστη τοῦ βασιλέως κατὰ τὴν πρὸς Τιγράνην τὸν Ἀρμένιον πρεσβείαν· ὁ δʼ ἄκοντα ἀνέπεμψεν αὐτὸν τῷ Εὐπάτορι, φεύγοντι ἤδη τὴν προγονικήν, κατὰ δὲ τὴν ὁδὸν κατέστρεψε τὸν βίον εἴθʼ ὑπὸ τοῦ βασιλέως εἴθʼ ὑπὸ νόσου· λέγεται γὰρ ἀμφότερα. περὶ μὲν τῶν Σκηψίων ταῦτα.
1.56 μετὰ δὲ Σκῆψιν Ἄνδειρα καὶ Πιονίαι καὶ ἡ Γαργαρίς. ἔστι δὲ λίθος περὶ τὰ Ἄνδειρα, ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον, ἣ προσλαβοῦσα χαλκὸν τὸ καλούμενον γίνεται κρᾶμα, ὅ τινες ὀρείχαλκον καλοῦσι· γίνεται δὲ ψευδάργυρος καὶ περὶ τὸν Τμῶλον. ταῦτα δʼ ἐστὶ τὰ χωρία, ἃ οἱ Λέλεγες κατεῖχον· ὡς δʼ αὕτως καὶ τὰ περὶ Ἄσσον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi