Thesauros Edebiyat geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Kitap 13

1.61 τοῦ μὲν οὖν Ἠετίωνος λέγει πόλιν Θήβην ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν ἨετίωνοςHom. Il. 1.366 τούτου δὲ καὶ τὴν Χρῦσαν τὴν ἔχουσαν τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος ἐμφαίνει, εἴπερ ἡ Χρυσηὶς ἐκ τῆς Θήβης ἑάλω· ᾠχόμεθα γάρ, φησίν, ἐς Θήβην· τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα. καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, ἐκ δʼ ἕλον Ἀτρείδῃ Χρυσηίδα.Hom. Il. 1.366 ff. τοῦ δὲ Μύνητος τὴν Λυρνησσόν· ἐπειδὴ Λυρνησσὸν διαπορθήσας καὶ τείχεα ΘήβηςHom. Il. 2.691 τόν τε Μύνητα καὶ τὸν Ἐπίστροφον ἀνεῖλεν Ἀχιλλεύς, ὥστε ὅταν φῇ ἡ Βρισηίς οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,Hom. Il. 19.295 οὐ τὴν Θήβην λέγοι ἄν (αὕτη γὰρ Ἠετίωνος) ἀλλὰ τὴν Λυρνησσόν· ἀμφότεραι δʼ ἦσαν ἐν τῷ κληθέντι μετὰ ταῦτα Θήβης πεδίῳ, ὃ διὰ τὴν ἀρετὴν περιμάχητον γενέσθαι φασὶ Μυσοῖς μὲν καὶ Λυδοῖς τὸ πρότερον, τοῖς δʼ Ἕλλησιν ὕστερον τοῖς ἐποικήσασιν ἐκ τῆς Αἰολίδος καὶ τῆς Λέσβου. ἔχουσι δὲ νῦν Ἀδραμυττηνοὶ τὸ πλέον· ἐνταῦθα γὰρ καὶ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον· ἔρημοι δʼ ἀμφότεραι· διέχουσι δὲ Ἀδραμυττίου σταδίους ἡ μὲν ἑξήκοντα ἡ δὲ ὀγδοήκοντα καὶ ὀκτὼ ἐπὶ θάτερα.
1.62 ἐν δὲ τῇ Ἀδραμυττηνῇ ἔστι καὶ ἡ Χρῦσα καὶ ἡ Κίλλα· πλησίον οὖν τῆς Θήβης ἔτι νῦν Κίλλα τις τόπος λέγεται, ἐν ᾧ Κιλλαίου Ἀπόλλωνος ἔστιν ἱερόν· παραρρεῖ δʼ αὐτῷ ἐξ Ἴδης φερόμενος ὁ Κίλλαιος ποταμός· ταῦτα δʼ ἐστὶ κατὰ τὴν Ἀντανδρίαν· καὶ τὸ ἐν Λέσβῳ δὲ Κίλλαιον ἀπὸ ταύτης τῆς Κίλλης ὠνόμασται· ἔστι δὲ καὶ Κίλλαιον ὄρος μεταξὺ Γαργάρων καὶ Ἀντάνδρου. φησὶ δὲ Δάης ὁ Κολωναεὺς ἐν Κολωναῖς ἱδρυθῆναι πρῶτον ὑπὸ τῶν ἐκ τῆς Ἑλλάδος πλευσάντων Αἰολέων τὸ τοῦ Κιλλαίου Ἀπόλλωνος ἱερόν· καὶ ἐν Χρύσῃ δὲ λέγουσι Κίλλαιον Ἀπόλλωνα ἱδρῦσθαι, ἄδηλον εἴτε τὸν αὐτὸν τῷ Σμινθεῖ εἴθʼ ἕτερον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi